- Ἄρατε Πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης.
- Τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς δόξης;
- Κύριος κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς ἐν πολέμῳ. Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης.
...
===================================- Τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς δόξης;
- Κύριος κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς ἐν πολέμῳ. Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης.
...
- Τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς δόξης;
- Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ Βασιλεὺς τῆς δόξης.
https://youtu.be/HqQwTdp0xeU

Ει τις ευσεβής και φιλόθεος, απολαυέτω της καλής ταύτης και λαμπράς πανηγύρεως.
Ει τις ευγνώμων, εισελθέτω χαίρων εις την χαράν του Κυρίου αυτού.
...
Ει τις έκαμε νηστεύων, απολαυέτω νυν το δηνάριον.
Ει τις από της πρώτης ώρας ειργάσατο, δεχέσθω σήμερον το δίκαιον όφλημα.
Ει τις μετά την τρίτην ήλθεν, ευχαρίστως εορτασάτω.
Ει τις μετά την έκτην έφθασε, μηδέν αμφιβαλλέτω· και γαρ ουδέν ζημειούται.
Ει τις υστέρησεν εις την ενάτην, προσελθέτω, μηδέν ενδοιάζων.
Ει τις εις μόνην έφθασε την ενδεκάτην, μη φοβηθή την βραδύτητα· φιλότιμος γαρ ων ο Δεσπότης, δέχεται τον έσχατον καθάπερ και τον πρώτον· αναπαύει τον της ενδεκάτης, ως τον εργασάμενον από της πρώτης· και τον ύστερον ελεεί και τον πρώτον θεραπεύει· κακείνω δίδωσι και τούτω χαρίζεται· και τα έργα δέχεται και την γνώμην ασπάζεται· και την πράξιν τιμά και την πρόθεσιν επαινεί.
Ουκούν εισέλθετε πάντες εις την χαράν του Κυρίου υμών· και πρώτοι και δεύτεροι τον μισθόν απολαύετε. Πλούσιοι και πένητες μετ' αλλήλων χορεύσατε· εγκρατείς και ράθυμοι την ημέραν τιμήσατε· νηστεύσαντες και μη νηστεύσαντες, ευφράνθητε σήμερον. Η τράπεζα γέμει, τρυφήσατε πάντες.
Ο μόσχος πολύς, μηδείς εξέλθη πεινών. Πάντες απολαύσατε του συμποσίου της πίστεως· πάντες απολαύσατε του πλούτου της χρηστότητος. Μηδείς θρηνείτω πενίαν· εφάνη γαρ η κοινή Βασιλεία. Μηδείς οδυρέσθω πταίσματα· συγνώμη γαρ εκ του τάφου ανέτειλε. Μηδείς φοβείσθω θάνατον· ηλευθέρωσε γαρ ημάς ο του Σωτήρος θάνατος. Έσβεσεν αυτόν, υπ' αυτού κατεχόμενος.
Εσκύλευσε τον άδην ο κατελθών εις τον άδην. Επίκρανεν αυτόν, γευσάμενον της σαρκός αυτού. Και τούτο προλαβών Ησαΐας εβόησεν· ο άδης φησίν, επικράνθη, συναντήσας σοι κάτω.
Επικράνθη· και γαρ κατηργήθη.
Επικράνθη· και γαρ ενεπαίχθη.
Επικράνθη· και γαρ ενεκρώθη.
Επικράνθη· και γαρ καθηρέθη.
Επικράνθη· και γαρ εδεσμεύθη.
Έλαβε σώμα και Θεώ περιέτυχεν.
Έλαβε γήν και συνήντησεν ουρανώ.
Έλαβεν όπερ έβλεπε και πέπτωκεν όθεν ουκ έβλεπε.
Πού σου, θάνατε, το κέντρον;
Πού σου, άδη, το νίκος;
Ανέστη Χριστός και σύ καταβέβλησαι.
Ανέστη Χριστός και πεπτώκασι δαίμονες.
Ανέστη Χριστός και χαίρουσιν άγγελοι.
Ανέστη Χριστός, και ζωή πολιτεύεται.
Ανέστη Χριστός και νεκρός ουδείς επί μνήματος.
Χριστός γαρ εγερθείς εκ νεκρών, απαρχή των κεκοιμημένων εγένετο.
Αυτώ η δόξα και το κράτος εις τους αιώνας των αιώνων.
Αμήν.ΑΝΑΣΤΑΣΙΜΟΣ ΚΑΤΗΧΗΤΙΚΟΣ ΛΟΓΟΣ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

4 σχόλια:
ΑΛΗΘΩΣ ΑΝΕΣΤΗ!!!!!
...θανάτω θάνατον πατήσας...
Υγεία - Χαρά - Ελευθερία
Λόγος του Χρυσοστόμου!... Αξίζει χρυσάφι.
Διαβάζεται στην Αναστάσιμη ακολουθία κατά τις 4 το πρωΐ (κι ενώι έχει ήδη ξεκινήσει η Κυριακή του Πάσχα). Με τον παπά, τους ψαλτάδες, κι ελάχιστους πιστούς στην άδεια εκκλησία. (Οι περισσότεροι έχουν ήδη φύγει δρομαίως μετά το "Χριστός Ανέστη", να περιδρομιάσουν. Μη χάσουν! Λες καί δεν ξανάφαγαν... απ' τον καιρό της Κατοχής!lol!!!)
Πάντως, δύο φορές όλες κι όλες τα κατάφερα καί κάθησα, καί τον άκουσα.
mnk ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ,ΧΡΟΝΙΑ ΠΟΛΛΑ ΚΑΙ ΤΟΥ ΧΡΟΝΟΥ ΚΑΛΥΤΕΡΑ,,,
Και εγω σάν παιδί,τον ακουγα κάθε φορά...εμείς τότε καθόμασταν ως να τελειώσει ο παπάς "όλα τά γράμματα"...μετά ηρθε ο πολιτισμός και στα Καστέλλια!!!χρόνια πολλά αφεντικό!!
Δημοσίευση σχολίου