ΕΥΔΑΙΜΟΝ ΤΟ ΕΛΕΥΘΕΡΟΝ,ΤΟ Δ ΕΛΕΥΘΕΡΟΝ ΤΟ ΕΥΨΥΧΟΝ ΚΡΙΝΟΜΕΝ...…

[Το μπλόγκ δημιουργήθηκε εξ αρχής,γιά να εξυπηρετεί,την ελεύθερη διακίνηση ιδεών και την ελευθερία του λόγου...υπό το κράτος αυτού επιλέγω με σεβασμό για τους αναγνώστες μου ,άρθρα που καλύπτουν κάθε διάθεση και τομέα έρευνας...άρθρα που κυκλοφορούν ελεύθερα στο διαδίκτυο κι αντιπροσωπεύουν κάθε άποψη και με τά οποία δεν συμφωνώ απαραίτητα.....Τά σχόλια είναι ελεύθερα...διαγράφονται μόνο τά υβριστικά και οσα υπερβαίνουν τά όρια κοσμιότητας και σεβασμού..Η ευθύνη των σχολίων (αστική και ποινική) βαρύνει τους σχολιαστές..]




Τετάρτη 6 Μαρτίου 2024

ΤΩΝ ΑΘΗΝΗΘΕΝ ΑΘΛΩΝ

 

(Tῶν Ἀθήνηθεν ἄθλων)
                        Ἔρευνα καὶ συγγραφὴ Ἰωάννη Γ. Βαφίνη 

   Στὴ μακραίωνη ἱστορία τῶν Ἑλλήνων ἔχουν διεξαχθεῖ πολλὲς μάχες ποὺ ἔμειναν γιὰ πάντα στὴν μνήμη τῶν ἀνθρώπων. Ὡστόσο, οἱ περισσότερες μάχες ἦταν ἐμφύλιες. Οἱ οὐσιαστικότερες ὅμως διεξήχθησαν μὲ ἀλλοεθνεῖς. Οἱ ἀρχαῖοι Ἀθηναῖοι πέτυχαν τὶς περισσότερες νῖκες ἐναντίον ἀλλοεθνῶν, ποὺ ἀμφισβήτησαν τὴν κυριαρχία τῶν Ἑλλήνων ἐπὶ τῆς Ἐλλανίας γαίας. Ἡ ἀπόδειξη ἔρχεται ἀπὸ τὶς ἑξῆς ἱστορικὲς μάχες: 
   Α΄Ἡ νίκη τῶν Ἀθηναίων κατὰ τῶν Ἀτλάντων, πιθανὸν ὑπὸ τὴν ἡγεσία του Κέκροπος ἢ τοῦ Ἐρεχθέως... 
  Στὸν Τίμαιο, τοῦ Πλάτωνα, γίνεται ἐκτενὴς ἀναφορὰ γιὰ τὴν τελικὴ μάχη μεταξὺ Ἀτλάντων κι Ἀθηναίων. Οἱ Ἄτλαντες, εἶχαν τὴν ἕδρα τους στὸν δυτικὸ ὠκεανό, ποὺ ὀνομάζεται Ἀτλαντικός, καὶ τὸ βασίλειο τοὺς ἐπεκτείνονταν μέχρι καὶ τὴν κεντρικὴ Εὐρώπη. Οἱ ἐπεκτατικές τους βλέψεις πρὸς τὴν Νότια Εὐρώπη καὶ κυρίως ἐναντίων τῶν πολιτισμένων Ἑλλήνων, ἦταν τὸ αἴτιο τῆς μεγάλης σύγκρουσης. Στὴν Ἑλλάδα ἐκεῖνο τὸν καιρό, μεταξὺ τῆς 14ης καὶ 10ης χιλιετηρίδας, εἶχε ἀναπτυχθεἰ ἕνας σπουδαῖος πολιτισμὸς μὲ ἐξέχοντες τοὺς Ἀθηναίους. 
   Οἱ Ἀθηναῖοι ὑπῆρξαν τὸ εὐγενέστερο γένος ὅλων τῶν Ἑλλήνων, ὅπως ἀποκαλύπτει στὸν Σόλωνα ὁ Αἰγύπτιος ἱερεύς, καὶ ἐκείνη τὴν δύσκολη περίοδο τέθηκαν ἐπί κεφαλῆς ὅλων τῶν Ἑλλήνων. Τὸ θάρρος καὶ ἡ μαχητικότητα τῶν Ἀθηναίων μὲ μιὰ μικρὴ μερίδα τῶν ὑπόλοιπων Ἑλλήνων κατάφερε νὰ ἐπιφέρει μιὰ τεράστιας σημασίας νίκη, καθότι οἱ Ἄτλαντες προσπάθησαν τότε νὰ ὑποδουλώσουν ὅλα τὰ ἔθνη καὶ νὰ δημιουργήσουν τὴν πρώτη παγκόσμια τάξη πραγμάτων ἐπὶ τοῦ πλανήτη Γαῖα. 
Ἰδοὺ καὶ τὰ σχόλια τοῦ ἀρχαίου κειμένου:
 [24d] 
«πολλὰ μὲν οὖν ὑμῶν καὶ μεγάλα ἔργα τῆς πόλεως τῇδε γεγραμμένα θαυμάζεται, πάντων μὴν [24e] ἓν ὑπερέχει μεγέθει καὶ ἀρετῇ· λέγει γὰρ τὰ γεγραμμένα ὅσην ἡ πόλις ὑμῶν ἔπαυσέν ποτε δύναμιν ὕβρει πορευομένην ἅμα ἐπὶ πᾶσαν Εὐρώπην καὶ Ἀσίαν, ἔξωθεν ὁρμηθεῖσαν ἐκ τοῦ Ἀτλαντικοῦ πελάγους. τότε γὰρ πορεύσιμον ἦν τὸ ἐκεῖ πέλαγος· νῆσον γὰρ πρὸ τοῦ στόματος εἶχεν ὃ καλεῖτε, ὥς φατε, ὑμεῖς Ἡρακλέους στήλας, ἡ δὲ νῆσος ἅμα Λιβύης ἦν καὶ Ἀσίας μείζων, ἐξ ἧς ἐπιβατὸν ἐπὶ τὰς ἄλλας νήσους τοῖς τότε ἐγίγνετο πορευομένοις, ἐκ δὲ τῶν νήσων [25a] ἐπὶ τὴν καταντικρὺ πᾶσαν ἤπειρον τὴν περὶ τὸν ἀληθινὸν ἐκεῖνον πόντον. τάδε μὲν γάρ, ὅσα ἐντὸς τοῦ στόματος οὗ λέγομεν, φαίνεται λιμὴν στενόν τινα ἔχων εἴσπλουν· ἐκεῖνο δὲ πέλαγος ὄντως ἥ τε περιέχουσα αὐτὸ γῆ παντελῶς ἀληθῶς ὀρθότατ’ ἂν λέγοιτο ἤπειρος. ἐν δὲ δὴ τῇ Ἀτλαντίδι νήσῳταύτῃ μεγάλη συνέστη καὶ θαυμαστὴ δύναμις βασιλέων, κρατοῦσα μὲν ἁπάσης τῆς νήσου, πολλῶν δὲ ἄλλων νήσων καὶ μερῶν τῆς ἠπείρου· πρὸς δὲ τούτοις ἔτι τῶν ἐντὸς τῇδε [25b] Λιβύης μὲν ἦρχον μέχρι πρὸς Αἴγυπτον, τῆς δὲ Εὐρώπης μέχρι Τυρρηνίας. αὕτη δὴ πᾶσα συναθροισθεῖσα εἰς ἓν ἡ δύναμις τόν τε παρ’ ὑμῖν καὶ τὸν παρ’ ἡμῖν καὶ τὸν ἐντὸς τοῦ στόματος πάντα τόπον μιᾷ ποτὲ ἐπεχείρησεν ὁρμῇ δουλοῦσθαι. τότε οὖν ὑμῶν, ὦ Σόλων, τῆς πόλεως ἡ δύναμις εἰς ἅπαντας ἀνθρώπους διαφανὴς ἀρετῇ τε καὶ ῥώμῃ ἐγένετο· πάντων γὰρ προστᾶσα εὐψυχίᾳ καὶ τέχναις ὅσαι κατὰ [25c]πόλεμον, τὰ μὲν τῶν Ἑλλήνων ἡγουμένη, τὰ δ’ αὐτὴ μονωθεῖσα ἐξ ἀνάγκης τῶν ἄλλων ἀποστάντων, ἐπὶ τοὺς ἐσχάτους ἀφικομένη κινδύνους, κρατήσασα μὲν τῶν ἐπιόντων τρόπαιον ἔστησεν, τοὺς δὲ μήπω δεδουλωμένους διεκώλυσεν δουλωθῆναι, τοὺς δ’ ἄλλους, ὅσοι κατοικοῦμεν ἐντὸς ὅρων Ἡρακλείων, ἀφθόνως ἅπαντας ἠλευθέρωσεν. ὑστέρῳ δὲ χρόνῳ σεισμῶν ἐξαισίων καὶ κατακλυσμῶν γενομένων, μιᾶς [25d] ἡμέρας καὶ νυκτὸς χαλεπῆς ἐπελθούσης, τό τε παρ’ ὑμῖν μάχιμον πᾶν ἁθρόον ἔδυ κατὰ γῆς, ἥ τε Ἀτλαντὶς νῆσος ὡσαύτως κατὰ τῆς θαλάττης δῦσα ἠφανίσθη· διὸ καὶ νῦν ἄπορον καὶ ἀδιερεύνητον γέγονεν τοὐκεῖ πέλαγος, πηλοῦ κάρτα βραχέος ἐμποδὼν ὄντος, ὃν ἡ νῆσος ἱζομένη παρέσχετο».
    Β΄) Τὸ δεύτερο μεγάλο στρατιωτικὸ ἐπίτευγμα τῆς Ἀθήνας ὑπῆρξε ἡ νίκη τῶν Ἀθηναίων κατὰ τῶν Ἀμαζόνων ὑπὸ τὴν ἡγεσία του βασιλεὺς Θησέως. Ὅταν ὁ ἥρωας Θησέας, γιὸς τοῦ Αἰγέα καὶ τῆς Αἴθρας, ἔλαβε τὴν ἐξουσία τῶν Ἀθηνῶν, ἡ πόλις ἀνέπτυξε μεγάλο πολιτισμὸ ἐγκαθιδρύοντας τὸ πολίτευμα τῆς Δημοκρατίας. Ἡ ἀνάπτυξη αὐτὴ ἔφερε καὶ μεγιστοποίηση τοῦ πληθυσμοῦ.            Ἔτσι, ὁ Θησεὺς ἄρχισε τὸν ἀποικισμὸ ἄλλων γαιῶν ἀλλὰ κυρίως τῆς Μ. Ἀσίας. Μάλιστα, ὁ Θησέας ἐξεστράτευσε μετὰ τοῦ Ἡρακλέους ἐναντίον τῶν Ἀμαζόνων. Αὐτὸ ἦταν πολὺ ἐπικίνδυνο γιὰ τὴν ἰσορροπία τῆς γεωπολιτικῆς σταθερότητας τῆς ἀνατολικῆς Μεσογείου
   Οἱ Ἀμαζόνες, ἕνα μητριαρχικὸ πολεμικὸ γένος τῆς Ἀσίας μὲ κάποια παλαιὰ συγγενικὴ καταγωγὴ μὲ τοὺς Ἕλληνες, ἐνοχλημένες ἀπὸ τὸν ἐπεκτατισμὸ τῶν Ἑλλήνων, κήρυξαν τὸν πόλεμο ἐναντίον τοῦ Θησέα καὶ τῶν Ἀθηνῶν. Λέγεται ὅτι ὁ Θησεὺς ἐρωτεύτηκε παράφορα τὴν Ἀμαζόνα Ἀντιόπη, καὶ τὴν ἔκλεψε.            Ὀργισμένες, τότε, οἱ Ἀμαζόνες, ἐξεστράτευσαν κατὰ τῶν Ἀθηνῶν φτάνοντας μέχρι κι ἔξω ἀπὸ τὰ τείχη τῆς πόλεως ὅπου δόθηκε μιὰ ἡρωικὴ μάχη. Ἡ ἔκβαση τῆς ἦταν μοιραία γιὰ τὸ ἔθνος τῶν Ἀμαζόνων ὅπου σχεδὸν ξεκληρίστηκαν ἀπὸ τὸν ἡρωισμὸ τοῦ πολέμαρχου Θησέως καὶ τῶν ἑταίρων του Ἀθηναίων. Ἰδού, τί λέει, ἡ ἀρχαία ἑλληνικὴ γραμματεία, γι' αὐτὸ τὸ πολεμικὸ ἐπεισόδιο: 
«[26.1] εἰς δὲ τὸν πόντον ἔπλευσε τὸν Εὔξεινον, ὡς μὲν Φιλόχορος καί τινες ἄλλοι λέγουσι, μεθ᾽ Ἡρακλέους ἐπὶ τὰς Ἀμαζόνας συστρατεύσας, καὶ γέρας Ἀντιόπην ἔλαβεν· οἱ δὲ πλείους, ὧν ἐστὶ καὶ Φερεκύδης καὶ Ἑλλάνικος καὶ Ἡρόδωρος, ὕστερόν φασιν Ἡρακλέους ἰδιόστολον πλεῦσαι τὸν Θησέα καὶ τὴν Ἀμαζόνα λαβεῖν αἰχμάλωτον, πιθανώτερα λέγοντες. οὐδεὶς γὰρ ἄλλος ἱστόρηται τῶν μετ᾽ αὐτοῦ στρατευσάντων Ἀμαζόνα λαβεῖν αἰχμάλωτον. [26.2] Βίων δὲ καὶ ταύτην παρακρουσάμενον οἴχεσθαι λαβόντα· φύσει γὰρ οὔσας τὰς Ἀμαζόνας φιλάνδρους οὔτε φυγεῖν τὸν Θησέα προσβάλλοντα τῇ χώρᾳ, ἀλλὰ καὶ ξένια πέμπειν· τὸν δὲ τὴν κομίζουσαν ἐμβῆναι παρακαλεῖν εἰς τὸ πλοῖον· ἐμβάσης δὲ ἀναχθῆναι.
Μενεκράτης δέ τις, ἱστορίαν περὶ Νικαίας τῆς ἐν Βιθυνίᾳ πόλεως ἐκδεδωκώς, Θησέα φησὶ τὴν Ἀντιόπην ἔχοντα διατρῖψαι περὶ τούτους τοὺς [26.3] τόπους· τυγχάνειν δὲ συστρατεύοντας αὐτῷ τρεῖς νεανίσκους ἐξ Ἀθηνῶν ἀδελφοὺς ἀλλήλων, Εὔνεων καὶ Θόαντα καὶ Σολόεντα. τοῦτον οὖν ἐρῶντα τῆς Ἀντιόπης καὶ λανθάνοντα τοὺς ἄλλους ἐξειπεῖν πρὸς ἕνα τῶν συνήθων· ἐκείνου δὲ περὶ τούτων ἐντυχόντος τῇ Ἀντιόπῃ, τὴν μὲν πεῖραν ἰσχυρῶς ἀποτρίψασθαι, τὸ δὲ πρᾶγμα σωφρόνως ἅμα καὶ πρᾴως ἐνεγκεῖν καὶ πρὸς τὸν Θησέα μὴ κατηγορῆσαι. [26.4] τοῦ δὲ Σολόεντος ὡς ἀπέγνω ῥίψαντος ἑαυτὸν εἰς ποταμόν τινα καὶ διαφθαρέντος, ᾐσθημένον τότε τὴν αἰτίαν καὶ τὸ πάθος τοῦ νεανίσκου τὸν Θησέα βαρέως ἐνεγκεῖν, καὶ δυσφοροῦντα λόγιόν τι πυθόχρηστον ἀνενεγκεῖν πρὸς ἑαυτόν· εἶναι γὰρ αὐτῷ προστεταγμένον ἐν Δελφοῖς ὑπὸ τῆς Πυθίας, ὅταν ἐπὶ ξένης ἀνιαθῇ μάλιστα καὶ περίλυπος γένηται, πόλιν ἐκεῖ κτίσαι καὶ τῶν ἀμφ᾽ αὐτόν τινας ἡγεμόνας καταλιπεῖν. ἐκ δὲ τούτου τὴν μὲν πόλιν, [26.5] ἣν ἔκτισεν, ἀπὸ τοῦ θεοῦ Πυθόπολιν προσαγορεῦσαι, Σολόεντα δὲ τὸν πλησίον ποταμὸν ἐπὶ τιμῇ τοῦ νεανίσκου. καταλιπεῖν δὲ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, οἷν ἐπιστάτας καὶ νομοθέτας, καὶ σὺν αὐτοῖς Ἕρμον ἄνδρα τῶν Ἀθήνησιν εὐπατριδῶν· ἀφ᾽ οὗ καὶ τόπον Ἑρμοῦ καλεῖν οἰκίαν τοὺς Πυθοπολίτας, οὐκ ὀρθῶς τὴν δευτέραν συλλαβὴν περισπῶντας καὶ τὴν δόξαν ἐπὶ θεὸν ἀπὸ ἥρωος μετατιθέντας.
 [27.1] πρόφασιν μὲν οὖν ταύτην ὁ τῶν Ἀμαζόνων πόλεμος ἔσχε· φαίνεται δὲ μὴ φαῦλον αὐτοῦ μηδὲ γυναικεῖον γενέσθαι τὸ ἔργον. οὐ γὰρ ἂν ἐν ἄστει κατεστρατοπέδευσαν οὐδὲ τὴν μάχην συνῆψαν ἐν χρῷ περὶ τὴν Πνύκα καὶ τὸ Μουσεῖον, εἰ μὴ κρατοῦσαι τῆς χώρας ἀδεῶς τῇ πόλει προσέμιξαν. [27.2] εἰ μὲν οὖν, ὡς Ἑλλάνικος ἱστόρηκε, τῷ Κιμμερικῷ Βοσπόρῳ παγέντι διαβᾶσαι περιῆλθον, ἔργον ἐστὶ πιστεῦσαι· τὸ δὲ ἐν τῇ πόλει σχεδὸν αὐτὰς ἐνστρατοπεδεῦσαι μαρτυρεῖται καὶ τοῖς ὀνόμασι τῶν τόπων καὶ ταῖς θήκαις τῶν πεσόντων.
πολὺν δὲ χρόνον ὄκνος ἦν καὶ μέλλησις ἀμφοτέροις τῆς ἐπιχειρήσεως· τέλος δὲ Θησεὺς κατά τι λόγιον τῷ Φόβῳ σφαγιασάμενος συνῆψεν αὐταῖς. [27.3] ἡ μὲν οὖν μάχη Βοηδρομιῶνος ἐγένετο μηνὸς ἐφ᾽ ᾗ τὰ Βοηδρόμια μέχρι νῦν Ἀθηναῖοι θύουσιν. ἱστορεῖ δὲ Κλείδημος, ἐξακριβοῦν τὰ καθ᾽ ἕκαστα βουλόμενος, τὸ μὲν εὐώνυμον τῶν Ἀμαζόνων κέρας ἐπιστρέφειν πρὸς τὸ νῦν καλούμενον Ἀμαζόνειον, τῷ δὲ δεξιῷ πρὸς τὴν Πνύκα κατὰ τὴν Χρύσαν ἥκειν. μάχεσθαι δὲ πρὸς τοῦτο τοὺς Ἀθηναίους ἀπὸ τοῦ Μουσείου ταῖς Ἀμαζόσι συμπεσόντας, καὶ τάφους τῶν πεσόντων περὶ τὴν πλατεῖαν εἶναι τὴν φέρουσαν ἐπὶ τὰς πύλας παρὰ τὸ Χαλκώδοντος ἡρῷον, ἃς νῦν Πειραϊκὰς ὀνομάζουσι. [27.4] καὶ ταύτῃ μὲν ἐκβιασθῆναι μέχρι τῶν Εὐμενίδων καὶ ὑποχωρῆσαι ταῖς γυναιξίν, ἀπὸ δὲ Παλλαδίου καὶ Ἀρδηττοῦ καὶ Λυκείου προσβαλόντας ὤσασθαι τὸ δεξιὸν αὐτῶν ἄχρι τοῦ στρατοπέδου καὶ πολλὰς καταβαλεῖν. τετάρτῳ δὲ μηνὶ συνθήκας γενέσθαι διὰ τῆς Ἱππολύτης· Ἱππολύτην γὰρ οὗτος ὀνομάζει τὴν τῷ Θησεῖ συνοικοῦσαν, οὐκ Ἀντιόπην.» Πλουτάρχου, Βίοι Παράλληλοι / Θησεύς, (26.1-27.3). 
  Γ) Τὸ τρίτο στρατιωτικὸν ἐπίτευγμα ἦταν ἡ νίκη τῶν Ἀθηναίων στὸ Μαραθῶνα κατὰ τῶν Περσῶν, ὑπὸ τὴν ἡγεσία τοῦ στρατηγοῦ Μιλτιάδου. Μετὰ ἀπὸ τὶς μεταρρυθμίσεις τοῦ Σόλωνα, ἡ Ἀθήνα κατάφερε μετὰ ἀπὸ αἰῶνες, νὰ ὀρθοποδήσει καὶ πάλι. Ἄρχισε λοιπόν, σιγὰ - σιγὰ, νὰ ἀποχτὰ τὴν αὐτοπεποίθηση της. Ὁ λαὸς τῶν Ἀθηνῶν, μπόρεσε νὰ παράγει ἕναν νέο, ἐπίκτητο πολιτισμό, ὅπου ἔμελλε νὰ γραφτεῖ στὴν ἱστορία μὲ χρυσᾶ γράμματα. Ἡ πολιτιστικὴ ἔκρηξη τῶν Ἀθηνῶν εἶχε καταστήσει τὴν πόλη περιώνυμη στοὺς Ἕλληνες ἀλλὰ καὶ στοὺς Βαρβάρους. 
  Τὸν 5ο αἰῶνα π.Χ, ὁ βάρβαρος βασιλέας τῆς Περσίας Δαρεῖος, ἀπεφάσισε νὰ ἐπιτεθεῖ στὴν Ἑλλάδα καὶ κυρίως στὴν ξακουστὴ πόλη τῶν Ἀθηνῶν μὲ τὸ πρόσχημα ὅτι, οἱ Ἀθηναῖοι, στήριξαν τὴν ἐξέγερση τῶν ὑποδουλωμένων ὁμοεθνῶν τους Ἰώνων στὴν Μ. Ἀσία. Ἔτσι, θέλησε νὰ τιμωρήσει τοὺς πραγματικοὺς ὑπαίτιους τῆς Ἰωνικῆς ἐπαναστάσεως , τοὺς Ἀθηναίους καὶ τοὺς Ἐρετριεῖς. 
    Ἄμεσα ἀποστέλλοντας - τὸ 490 π.Χ. τὸ πολυπληθὲς βαρβαρικὸ στράτευμα του, ὑπὸ τὴν διοίκηση τοῦ Δάτη καὶ τοῦ Ἀρταφέρνη, καταλαμβάνει τὶς Κυκλάδες καὶ καταστρέφει τὴν πόλη της Ἐρέτριας στὴν Εὔβοια. Ἡ προσδοκία του, νὰ τιμωρήσει ὅλους του Ἕλληνες, λίγο ἔλειψε νὰ πραγματοποιηθεῖ ἀφοῦ τὸ στράτευμα τοῦ ἔφτασε, σὲ ἀπόσταση ἀναπνοῆς ἀπὸ τὴν περιοχὴ τῆς Ἀττικῆς, τῆς γῆς τῶν Ἰαόνων - Ἰώνων, ἀήτητο. Παράλληλα, πολὺ μεγάλο φόβο ἔσπειρε στὶς πόλεις - κράτη τῶν Ἑλλήνων ἡ ἅλωση τῆς Ἐρέτριας κι ὁ ἐξανδραποδισμός των κατοίκων της. 
  Τότε, οἱ Ἀθηναῖοι στρατηγοί, δεχόμενοι τὴν πληροφορία ὅτι τὸ περσικὸ στράτευμα κατέλυσε στὸ Μαραθῶνα, ἔστειλαν τὸν ἀγγελιοφόρο Φειδιππίδη στὴν Σπάρτη ζητῶντας στρατιωτικὴ ἐνίσχυση. Ὡστόσο, ὁ Ἀθηναϊκὸς στρατὸς ἀποφασίζει, δίχως καθυστέρηση, νὰ παραταχθεῖ σὲ σχηματισμὸ μάχης στὸ Μαραθῶνα, χωρὶς τὴν βοήθεια τῶν Σπαρτιατῶν, ἀποφασισμένος νὰ μαχηθεῖ ὑπὲρ πίστεως, πατρίδος καὶ προγόνων. Μὲ τὴν στρατηγικὴ ἐπίβλεψη τοῦ Ἀθηναίου στρατηγοῦ Μιλτιάδη, ὁ στρατὸς τῶν Ἀθηναίων μαζὶ μὲ μερικοὺς συμμάχους Πλαταιεῖς, θὰ καταφέρει νὰ πετύχει μιὰ ἡρωικὴ νίκη ποὺ θὰ λαμπρύνει αἰωνίως τὴν πόλη καὶ τοὺς πολῖτες τῆς Ἀθήνας.    
   
  Σφαγιάζοντας χιλιάδες βαρβάρους, οἱ Ἀθηναῖοι, παύουν ἅπαξ καὶ διὰ παντὸς τὸν κίνδυνο τοῦ ἐκβαρβαρισμοῦ τῶν ἑλληνικῶν καὶ εὐρωπαϊκῶν φυλῶν. Κοντολογίς, τούτη ἡ ἡρωικὴ πράξη τῶν Ἀθηναίων καὶ Πλαταιέων ἑταίρων πολεμιστῶν διέσωσε τὸ γόητρο τοῦ Ἑλληνικοῦ πολιτισμοῦ, τοῦ μόνου ἰθαγενοῦς πολιτισμοῦ τῆς Εὐρωπαϊκῆς ἠπείρου. Τὸ κατόρθωμα τοὺς θεωρεῖται ὑπεράνθρωπο ἀφοῦ 10.000 Ἀθηναῖοι καὶ 1.000 Πλαταιεῖς νίκησαν 200.000 πεζοπόρους καὶ 10.000 ἱππεῖς Πέρσες (ἐνῶ ἄλλοι ἱστορικοὶ ὁμιλοῦν γιὰ 300 ἢ καὶ 500.000 Πέρσες). 
  Οἱ ἱστορικὲς πηγὲς τῆς ἀρχαίας ἑλληνικῆς γραμματείας εἶναι πολλές, ὅπως τοῦ ἩροδότουΠλάτωνοςΛυσίαΣιμωνίδη τοῦ ΚείουΠαυσανίαΠλουτάρχουΚορνήλιου Νέπω καὶ Κλαύδιου Αἰλιανοῦ
   Ἰδοὺ καὶ ἡ ἀρχαιότερη ἱστορικὴ καταγραφὴ ἀπὸ τοῦ Ἡροδότου:  «[6,103] Ἀθηναῖοι δὲ ὡς ἐπύθοντο ταῦτα, ἐβοήθεον καὶ αὐτοὶ ἐς τὸν Μαραθῶνα. ἦγον δὲ σφέας στρατηγοὶ δέκα, τῶν ὁ δέκατος ἦν Μιλτιάδης· τοῦ τὸν πατέρα Κίμωνα τὸν Στησαγόρεω κατέλαβε φυγεῖν ἐξ Ἀθηνέων Πεισίστρατον τὸν Ἱπποκράτεος. (2) καὶ αὐτῷ φεύγοντι Ὀλυμπιάδα ἀνελέσθαι τεθρίππῳ συνέβη, καὶ ταύτην μὲν τὴν νίκην ἀνελόμενόν μιν τὠυτὸ ἐξενείκασθαι τῷ ὁμομητρίῳ ἀδελφεῷ Μιλτιάδῃ· μετὰ δὲ τῇ ὑστέρῃ Ὀλυμπιάδι τῇσι αὐτῇσι ἵπποισι νικῶν παραδιδοῖ Πεισιστράτῳ ἀνακηρυχθῆναι, καὶ τὴν νίκην παρεὶς τούτῳ κατῆλθε ἐπὶ τὰ ἑωυτοῦ ὑπόσπονδος. (3) καί μιν ἀνελόμενον τῇσι αὐτῇσι ἵπποισι ἄλλην Ὀλυμπιάδα κατέλαβε ἀποθανεῖν ὑπὸ τῶν Πεισιστράτου παίδων, οὐκέτι περιεόντος αὐτοῦ Πεισιστράτου· κτείνουσι δὲ οὗτοί μιν κατὰ τὸ πρυτανήιον νυκτὸς ὑπείσαντες ἄνδρας. τέθαπται δὲ Κίμων πρὸ τοῦ ἄστεος, πέρην τῆς διὰ Κοίλης καλεομένης ὁδοῦ· καταντίον δ᾽ αὐτοῦ αἱ ἵπποι τεθάφαται αὗται αἱ τρεῖς Ὀλυμπιάδας ἀνελόμεναι. (4) ἐποίησαν δὲ καὶ ἄλλαι ἵπποι ἤδη τὠυτὸ τοῦτο Εὐαγόρεω Λάκωνος, πλέω δὲ τουτέων οὐδαμαί. ὁ μὲν δὴ πρεσβύτερος τῶν παίδων τῷ Κίμωνι Στησαγόρης ἦν τηνικαῦτα παρὰ τῷ πάτρῳ Μιλτιάδῃ τρεφόμενος ἐν τῇ Χερσονήσῳ, ὁ δὲ νεώτερος παρ᾽ αὐτῷ Κίμωνι ἐν Ἀθήνῃσι, οὔνομα ἔχων ἀπὸ τοῦ οἰκιστέω τῆς Χερσονήσου Μιλτιάδεω Μιλτιάδης.
[6,104] οὗτος δὴ ὦν τότε ὁ Μιλτιάδης ἥκων ἐκ τῆς Χερσονήσου καὶ ἐκπεφευγὼς διπλόον θάνατον ἐστρατήγεε Ἀθηναίων. ἅμα μὲν γὰρ οἱ Φοίνικες αὐτὸν οἱ ἐπιδιώξαντες μέχρι Ἴμβρου περὶ πολλοῦ ἐποιεῦντο λαβεῖν τε καὶ ἀναγαγεῖν παρὰ βασιλέα· (2) ἅμα δὲ ἐκφυγόντα τε τούτους καὶ ἀπικόμενον ἐς τὴν ἑωυτοῦ δοκέοντά τε εἶναι ἐν σωτηρίῃ ἤδη, τὸ ἐνθεῦτέν μιν οἱ ἐχθροὶ ὑποδεξάμενοι ὑπὸ δικαστήριον αὐτὸν ἀγαγόντες ἐδίωξαν τυραννίδος τῆς ἐν Χερσονήσῳ. ἀποφυγὼν δὲ καὶ τούτους στρατηγὸς οὕτω Ἀθηναίων ἀπεδέχθη, αἱρεθεὶς ὑπὸ τοῦ δήμου. [6,105] καὶ πρῶτα μὲν ἐόντες ἔτι ἐν τῷ ἄστεϊ οἱ στρατηγοὶ ἀποπέμπουσι ἐς Σπάρτην κήρυκα Φειδιππίδην Ἀθηναῖον μὲν ἄνδρα, ἄλλως δὲ ἡμεροδρόμην τε καὶ τοῦτο μελετῶντα· τῷ δή, ὡς αὐτός τε ἔλεγε Φειδιππίδης καὶ Ἀθηναίοισι ἀπήγγελλε, περὶ τὸ Παρθένιον ὄρος τὸ ὑπὲρ Τεγέης ὁ Πὰν περιπίπτει· (2) βώσαντα δὲ τὸ οὔνομα τοῦ Φειδιππίδεω τὸν Πᾶνα Ἀθηναίοισι κελεῦσαι ἀπαγγεῖλαι, δι᾽ ὅ τι ἑωυτοῦ οὐδεμίαν ἐπιμελείην ποιεῦνται ἐόντος εὐνόου Ἀθηναίοισι καὶ πολλαχῇ γενομένου σφι ἤδη χρησίμου, τὰ δ᾽ ἔτι καὶ ἐσομένου. (3) καὶ ταῦτα μὲν Ἀθηναῖοι, καταστάντων σφι εὖ ἤδη τῶν πρηγμάτων, πιστεύσαντες εἶναι ἀληθέα ἱδρύσαντο ὑπὸ τῇ ἀκροπόλι Πανὸς ἱρόν, καὶ αὐτὸν ἀπὸ ταύτης τῆς ἀγγελίης θυσίῃσι ἐπετείοισι καὶ λαμπάδι ἱλάσκονται.
[6,106] τότε δὲ πεμφθεὶς ὑπὸ τῶν στρατηγῶν ὁ Φειδιππίδης οὗτος, ὅτε πέρ οἱ ἔφη καὶ τὸν Πᾶνα φανῆναι, δευτεραῖος ἐκ τοῦ Ἀθηναίων ἄστεος ἦν ἐν Σπάρτῃ, ἀπικόμενος δὲ ἐπὶ τοὺς ἄρχοντας ἔλεγε (2) “ὦ Λακεδαιμόνιοι, Ἀθηναῖοι ὑμέων δέονται σφίσι βοηθῆσαι καὶ μὴ περιιδεῖν πόλιν ἀρχαιοτάτην ἐν τοῖσι Ἕλλησι δουλοσύνῃ περιπεσοῦσαν πρὸς ἀνδρῶν βαρβάρων· καὶ γὰρ νῦν Ἐρέτριά τε ἠνδραπόδισται καὶ πόλι λογίμῳ ἡ Ἑλλὰς γέγονε ἀσθενεστέρη”. (3) ὃ μὲν δή σφι τὰ ἐντεταλμένα ἀπήγγελλε, τοῖσι δὲ ἕαδε μὲν βοηθέειν Ἀθηναίοισι, ἀδύνατα δέ σφι ἦν τὸ παραυτίκα ποιέειν ταῦτα, οὐ βουλομένοισι λύειν τὸν νόμον· ἦν γὰρ ἱσταμένου τοῦ μηνὸς εἰνάτη, εἰνάτῃ δὲ οὐκ ἐξελεύσεσθαι ἔφασαν μὴ οὐ πλήρεος ἐόντος τοῦ κύκλου.
[6,107] οὗτοι μέν νυν τὴν πανσέληνον ἔμενον. τοῖσι δὲ βαρβάροισι κατηγέετο Ἱππίης ὁ Πεισιστράτου ἐς τὸν Μαραθῶνα, τῆς παροιχομένης νυκτὸς ὄψιν ἰδὼν τοιήνδε· ἐδόκεε ὁ Ἱππίης τῇ μητρὶ τῇ ἑωυτοῦ συνευνηθῆναι. (2) συνεβάλετο ὦν ἐκ τοῦ ὀνείρου κατελθὼν ἐς τὰς Ἀθήνας καὶ ἀνασωσάμενος τὴν ἀρχὴν τελευτήσειν ἐν τῇ ἑωυτοῦ γηραιός. ἐκ μὲν δὴ τῆς ὄψιος συνεβάλετο ταῦτα, τότε δὲ κατηγεόμενος τοῦτο μὲν τὰ ἀνδράποδα τὰ ἐξ Ἐρετρίης ἀπέβησε ἐς τὴν νῆσον τὴν Στυρέων, καλεομένην δὲ Αἰγλείην, τοῦτο δὲ καταγομένας ἐς τὸν Μαραθῶνα τὰς νέας ὅρμιζε οὗτος, ἐκβάντας τε ἐς γῆν τοὺς βαρβάρους διέτασσε. (3) καί οἱ ταῦτα διέποντι ἐπῆλθε πταρεῖν τε καὶ βῆξαι μεζόνως ἢ ὡς ἐώθεε· οἷα δέ οἱ πρεσβυτέρῳ ἐόντι τῶν ὀδόντων οἱ πλεῦνες ἐσείοντο· τούτων ὦν ἕνα τῶν ὀδόντων ἐκβάλλει ὑπὸ βίης βήξας· ἐκπεσόντος δὲ ἐς τὴν ψάμμον αὐτοῦ ἐποιέετο σπουδὴν πολλὴν ἐξευρεῖν. (4) ὡς δὲ οὐκ ἐφαίνετό οἱ ὁ ὀδών, ἀναστενάξας εἶπε πρὸς τοὺς παραστάτας “ἡ γῆ ἥδε οὐκ ἡμετέρη ἐστί, οὐδέ μιν δυνησόμεθα ὑποχειρίην ποιήσασθαι· ὁκόσον δέ τι μοι μέρος μετῆν, ὁ ὀδὼν μετέχει”.
[6,108] Ἱππίης μὲν δὴ ταύτῃ τὴν ὄψιν συνεβάλετο ἐξεληλυθέναι. Ἀθηναίοισι δὲ τεταγμένοισι ἐν τεμένεϊ Ἡρακλέος ἐπῆλθον βοηθέοντες Πλαταιέες πανδημεί. καὶ γὰρ καὶ ἐδεδώκεσαν σφέας αὐτοὺς τοῖσι Ἀθηναίοισι οἱ Πλαταιέες, καὶ πόνους ὑπὲρ αὐτῶν οἱ Ἀθηναῖοι συχνοὺς ἤδη ἀναραιρέατο· ἔδοσαν δὲ ὧδε. (2) πιεζεύμενοι ὑπὸ Θηβαίων οἱ Πλαταιέες ἐδίδοσαν πρῶτα παρατυχοῦσι Κλεομένεΐ τε τῷ Ἀναξανδρίδεω καὶ Λακεδαιμονίοισι σφέας αὐτούς. οἳ δὲ οὐ δεκόμενοι ἔλεγόν σφι τάδε. “ἡμεῖς μὲν ἑκαστέρω τε οἰκέομεν, καὶ ὑμῖν τοιήδε τις γίνοιτ᾽ ἂν ἐπικουρίη ψυχρή· φθαίητε γὰρ ἂν πολλάκις ἐξανδραποδισθέντες ἤ τινα πυθέσθαι ἡμέων. (3) συμβουλεύομεν δὲ ὑμῖν δοῦναι ὑμέας αὐτοὺς Ἀθηναίοισι, πλησιοχώροισι τε ἀνδράσι καὶ τιμωρέειν ἐοῦσι οὐ κακοῖσι”. ταῦτα συνεβούλευον οἱ Λακεδαιμόνιοι οὐ κατὰ τὴν εὐνοίην οὕτω τῶν Πλαταιέων ὡς βουλόμενοι τοὺς Ἀθηναίους ἔχειν πόνους συνεστεῶτας Βοιωτοῖσι. (4) Λακεδαιμόνιοι μέν νυν Πλαταιεῦσι ταῦτα συνεβούλευον, οἳ δὲ οὐκ ἠπίστησαν, ἀλλ᾽ Ἀθηναίων ἱρὰ ποιεύντων τοῖσι δυώδεκα θεοῖσι ἱκέται ἱζόμενοι ἐπὶ τὸν βωμὸν ἐδίδοσαν σφέας αὐτούς. Θηβαῖοι δὲ πυθόμενοι ταῦτα ἐστρατεύοντο ἐπὶ τοὺς Πλαταιέας, Ἀθηναῖοι δέ σφι ἐβοήθεον. (5) μελλόντων δὲ συνάπτειν μάχην Κορίνθιοι οὐ περιεῖδον, παρατυχόντες δὲ καὶ καταλλάξαντες ἐπιτρεψάντων ἀμφοτέρων οὔρισαν τὴν χώρην ἐπὶ τοῖσιδε, ἐᾶν Θηβαίους Βοιωτῶν τοὺς μὴ βουλομένους ἐς Βοιωτοὺς τελέειν. Κορίνθιοι μὲν δὴ ταῦτα γνόντες ἀπαλλάσσοντο, Ἀθηναίοισι δὲ ἀπιοῦσι ἐπεθήκαντο Βοιωτοί, ἐπιθέμενοι δὲ ἑσσώθησαν τῇ μάχῃ. (6) ὑπερβάντες δὲ οἱ Ἀθηναῖοι τοὺς οἱ Κορίνθιοι ἔθηκαν Πλαταιεῦσι εἶναι οὔρους, τούτους ὑπερβάντες τὸν Ἀσωπὸν αὐτὸν ἐποιήσαντο οὖρον Θηβαίοισι πρὸς Πλαταιέας εἶναι καὶ Ὑσιάς. ἔδοσαν μὲν δὴ οἱ Πλαταιέες σφέας αὐτοὺς Ἀθηναίοισι τρόπῳ τῷ εἰρημένῳ, ἧκον δὲ τότε ἐς Μαραθῶνα βοηθέοντες.
[6,109] τοῖσι δὲ Ἀθηναίων στρατηγοῖσι ἐγίνοντο δίχα αἱ γνῶμαι, τῶν μὲν οὐκ ἐώντων συμβαλεῖν (ὀλίγους γὰρ εἶναι στρατιῇ τῇ Μήδων συμβάλλειν) τῶν δὲ καὶ Μιλτιάδεω κελευόντων. (2) ὡς δὲ δίχα τε ἐγίνοντο καὶ ἐνίκα ἡ χείρων τῶν γνωμέων, ἐνθαῦτα, ἦν γὰρ ἑνδέκατος ψηφιδοφόρος ὁ τῷ κυάμῳ λαχὼν Ἀθηναίων πολεμαρχέειν (τὸ Παλαιὸν γὰρ Ἀθηναῖοι ὁμόψηφον τὸν πολέμαρχον ἐποιεῦντο τοῖσι στρατηγοῖσι), ἦν δὲ τότε πολέμαρχος Καλλίμαχος Ἀφιδναῖος· πρὸς τοῦτον ἐλθὼν Μιλτιάδης ἔλεγε τάδε. (3) “ἐν σοὶ νῦν Καλλίμαχε ἐστὶ ἢ καταδουλῶσαι Ἀθήνας ἢ ἐλευθέρας ποιήσαντα μνημόσυνα λιπέσθαι ἐς τὸν ἅπαντα ἀνθρώπων βίον οἷα οὐδὲ Ἁρμόδιός τε καὶ Ἀριστογείτων λείπουσι. νῦν γὰρ δὴ ἐξ οὗ ἐγένοντο Ἀθηναῖοι ἐς κίνδυνον ἥκουσι μέγιστον, καὶ ἢν μέν γε ὑποκύψωσι τοῖσι Μήδοισι, δέδοκται τὰ πείσονται παραδεδομένοι Ἱππίῃ, ἢν δὲ περιγένηται αὕτη ἡ πόλις, οἵη τε ἐστὶ πρώτη τῶν Ἑλληνίδων πολίων γενέσθαι. (4) κῶς ὦν δὴ ταῦτα οἷά τε ἐστὶ γενέσθαι, καὶ κῶς ἐς σέ τοι τούτων ἀνήκει τῶν πρηγμάτων τὸ κῦρος ἔχειν, νῦν ἔρχομαι φράσων. ἡμέων τῶν στρατηγῶν ἐόντων δέκα δίχα γίνονται αἱ γνῶμαι, τῶν μὲν κελευόντων τῶν δὲ οὒ συμβάλλειν. (5) ἢν μέν νυν μὴ συμβάλωμεν, ἔλπομαι τινὰ στάσιν μεγάλην διασείσειν ἐμπεσοῦσαν τὰ Ἀθηναίων φρονήματα ὥστε μηδίσαι· ἢν δὲ συμβάλωμεν πρίν τι καὶ σαθρὸν Ἀθηναίων μετεξετέροισι ἐγγενέσθαι, θεῶν τὰ ἴσα νεμόντων οἷοί τε εἰμὲν περιγενέσθαι τῇ συμβολῇ. (6) ταῦτα ὦν πάντα ἐς σὲ νῦν τείνει καὶ ἐκ σέο ἤρτηται. ἢν γὰρ σὺ γνώμῃ τῇ ἐμῇ προσθῇ, ἔστι τοι πατρίς τε ἐλευθέρη καὶ πόλις πρώτη τῶν ἐν τῇ Ἑλλάδι· ἢν δὲ τὴν τῶν ἀποσπευδόντων τὴν συμβολὴν ἕλῃ, ὑπάρξει τοι τῶν ἐγὼ κατέλεξα ἀγαθῶν τὰ ἐναντία”.
[6,110] ταῦτα λέγων ὁ Μιλτιάδης προσκτᾶται τὸν Καλλίμαχον· προσγενομένης δὲ τοῦ πολεμάρχου τῆς γνώμης ἐκεκύρωτο συμβάλλειν. μετὰ δὲ οἱ στρατηγοὶ τῶν ἡ γνώμη ἔφερε συμβάλλειν, ὡς ἑκάστου αὐτῶν ἐγίνετο πρυτανηίη τῆς ἡμέρης, Μιλτιάδῃ παρεδίδοσαν· ὁ δὲ δεκόμενος οὔτι κω συμβολὴν ἐποιέετο, πρίν γε δὴ αὐτοῦ πρυτανηίη ἐγένετο.
[6,111] ὡς δὲ ἐς ἐκεῖνον περιῆλθε, ἐνθαῦτα δὴ ἐτάσσοντο ὧδε οἱ Ἀθηναῖοι ὡς συμβαλέοντες· τοῦ μὲν δεξιοῦ κέρεος ἡγέετο ὁ πολέμαρχος Καλλίμαχος· ὁ γὰρ νόμος τότε εἶχε οὕτω τοῖσι Ἀθηναίοισι, τὸν πολέμαρχον ἔχειν κέρας τὸ δεξιόν· ἡγεομένου δὲ τούτου ἐξεδέκοντο ὡς ἀριθμέοντο αἱ φυλαὶ ἐχόμεναι ἀλληλέων, τελευταῖοι δὲ ἐτάσσοντο ἔχοντες τὸ εὐώνυμον κέρας Πλαταιέες. (2) ἀπὸ ταύτης (γάρ) σφι τῆς μάχης, Ἀθηναίων θυσίας ἀναγόντων ἐς τὰς πανηγύριας τὰς ἐν τῇσι πεντετηρίσι γινομένας, κατεύχεται ὁ κῆρυξ ὁ Ἀθηναῖος ἅμα τε Ἀθηναίοισι λέγων γίνεσθαι τὰ ἀγαθὰ καὶ Πλαταιεῦσι. (3) τότε δὲ τασσομένων τῶν Ἀθηναίων ἐν τῷ Μαραθῶνι ἐγίνετο τοιόνδε τι· τὸ στρατόπεδον ἐξισούμενον τῷ Μηδικῷ στρατοπέδῳ, τὸ μὲν αὐτοῦ μέσον ἐγίνετο ἐπὶ τάξιας ὀλίγας, καὶ ταύτῃ ἦν ἀσθενέστατον τὸ στρατόπεδον, τὸ δὲ κέρας ἑκάτερον ἔρρωτο πλήθεϊ.
[6,112] ὡς δέ σφι διετέτακτο καὶ τὰ σφάγια ἐγίνετο καλά, ἐνθαῦτα ὡς ἀπείθησαν οἱ Ἀθηναῖοι δρόμῳ ἵεντο ἐς τοὺς βαρβάρους. ἦσαν δὲ στάδιοι οὐκ ἐλάσσονες τὸ μεταίχμιον αὐτῶν ἢ ὀκτώ. (2) οἱ δὲ Πέρσαι ὁρέοντες δρόμῳ ἐπιόντας παρεσκευάζοντο ὡς δεξόμενοι, μανίην τε τοῖσι Ἀθηναίοισι ἐπέφερον καὶ πάγχυ ὀλεθρίην, ὁρέοντες αὐτοὺς ὀλίγους καὶ τούτους δρόμῳ ἐπειγομένους, οὔτε ἵππου ὑπαρχούσης σφι οὔτε τοξευμάτων. (3) ταῦτα μέν νυν οἱ βάρβαροι κατείκαζον· Ἀθηναῖοι δὲ ἐπείτε ἀθρόοι προσέμιξαν τοῖσι βαρβάροισι, ἐμάχοντο ἀξίως λόγου. πρῶτοι μὲν γὰρ Ἑλλήνων πάντων τῶν ἡμεῖς ἴδμεν δρόμῳ ἐς πολεμίους ἐχρήσαντο, πρῶτοι δὲ ἀνέσχοντο ἐσθῆτά τε Μηδικὴν ὁρέοντες καὶ τοὺς ἄνδρας ταύτην ἐσθημένους· τέως δὲ ἦν τοῖσι Ἕλλησι καὶ τὸ οὔνομα τὸ Μήδων φόβος ἀκοῦσαι.
[6,113] μαχομένων δὲ ἐν τῷ Μαραθῶνι χρόνος ἐγίνετο πολλός, καὶ τὸ μὲν μέσον τοῦ στρατοπέδου ἐνίκων οἱ βάρβαροι, τῇ Πέρσαι τε αὐτοὶ καὶ Σάκαι ἐτετάχατο· κατὰ τοῦτο μὲν δὴ ἐνίκων οἱ βάρβαροι καὶ ῥήξαντες ἐδίωκον ἐς τὴν μεσόγαιαν, τὸ δὲ κέρας ἑκάτερον ἐνίκων Ἀθηναῖοί τε καὶ Πλαταιέες· (2) νικῶντες δὲ τὸ μὲν τετραμμένον τῶν βαρβάρων φεύγειν ἔων, τοῖσι δὲ τὸ μέσον ῥήξασι αὐτῶν συναγαγόντες τὰ κέρεα ἀμφότερα ἐμάχοντο, καὶ ἐνίκων Ἀθηναῖοι. φεύγουσι δὲ τοῖσι Πέρσῃσι εἵποντο κόπτοντες, ἐς ὃ ἐς τὴν θάλασσαν ἀπικόμενοι πῦρ τε αἴτεον καὶ ἐπελαμβάνοντο τῶν νεῶν.
[6,114] καὶ τοῦτο μὲν ἐν τούτῳ τῷ πόνῳ ὁ πολέμαρχος διαφθείρεται, ἀνὴρ γενόμενος ἀγαθός, ἀπὸ δ᾽ ἔθανε τῶν στρατηγῶν Στησίλεως ὁ Θρασύλεω· τοῦτο δὲ Κυνέγειρος ὁ Εὐφορίωνος ἐνθαῦτα ἐπιλαμβανόμενος τῶν ἀφλάστων νεός, τὴν χεῖρα ἀποκοπεὶς πελέκεϊ πίπτει, τοῦτο δὲ ἄλλοι Ἀθηναίων πολλοί τε καὶ ὀνομαστοί.
[6,115] ἑπτὰ μὲν δὴ τῶν νεῶν ἐπεκράτησαν τρόπῳ τοιῷδε Ἀθηναῖοι· τῇσι δὲ λοιπῇσι οἱ βάρβαροι ἐξανακρουσάμενοι, καὶ ἀναλαβόντες ἐκ τῆς νήσου ἐν τῇ ἔλιπον τὰ ἐξ Ἐρετρίης ἀνδράποδα, περιέπλεον Σούνιον βουλόμενοι φθῆναι τοὺς Ἀθηναίους ἀπικόμενοι ἐς τὸ ἄστυ. αἰτίην δὲ ἔσχε ἐν Ἀθηναίοισι ἐξ Ἀλκμεωνιδέων μηχανῆς αὐτοὺς ταῦτα ἐπινοηθῆναι· τούτους γὰρ συνθεμένους τοῖσι Πέρσῃσι ἀναδέξαι ἀσπίδα ἐοῦσι ἤδη ἐν τῇσι νηυσί.
[6,116] οὗτοι μὲν δὴ περιέπλεον Σούνιον· Ἀθηναῖοι δὲ ὡς ποδῶν εἶχον τάχιστα ἐβοήθεον ἐς τὸ ἄστυ, καὶ ἔφθησάν τε ἀπικόμενοι πρὶν ἢ τοὺς βαρβάρους ἥκειν, καὶ ἐστρατοπεδεύσαντο ἀπιγμένοι ἐξ Ἡρακλείου τοῦ ἐν Μαραθῶνι ἐν ἄλλῳ Ἡρακλείῳ τῷ ἐν Κυνοσάργεϊ. οἱ δὲ βάρβαροι τῇσι νηυσὶ ὑπεραιωρηθέντες Φαλήρου, τοῦτο γὰρ ἦν ἐπίνειον τότε τῶν Ἀθηναίων, ὑπὲρ τούτου ἀνακωχεύσαντες τὰς νέας ἀπέπλεον ὀπίσω ἐς τὴν Ἀσίην.
[6,117] ἐν ταύτῃ τῇ ἐν Μαραθῶνι μάχῃ ἀπέθανον τῶν βαρβάρων κατὰ ἑξακισχιλίους καὶ τετρακοσίους ἄνδρας, Ἀθηναίων δὲ ἑκατὸν καὶ ἐνενήκοντα καὶ δύο. ἔπεσον μὲν ἀμφοτέρων τοσοῦτοι.».
    Δ΄) Ἡ νίκη τῶν Ἑλλήνων, μὲ ἐπί κεφαλῆς τοὺς Ἀθηναίους ναυμάχους τοῦ Θεμιστοκλῆ στὴ Σαλαμῖνα, ἐναντίον τῶν Περσῶν καὶ συμμάχων Ἀσιατοαφρικανῶν . 
     Μετὰ τὸν θάνατο τοῦ Δαρείου τὴν ἐξουσία τῶν Περσῶν κατέλαβε ὁ γιός του Ξέρξης Α'. Ὁ νέος ἐξουσιαστὴς θέλησε νὰ συνεχίσει τὶς προσδοκίες τοῦ πατέρα του. Ἀφοῦ πρωτίστως κατέπνιξε τὴν ἐξέγερση τῶν Αἰγυπτίων, προετοίμασε τὶς στρατιωτικές του δυνάμεις γιὰ νὰ εἰσβάλει στὴ Ἑλλάδα. 
    Οἱ Ἀθηναῖοι, γνωρίζοντας ἀπὸ μυστικοὺς πληροφοριοδότες, τοὺς σκοπούς του Ξέρξη, ἄρχισαν ἤδη ἀπὸ τὰ μέσα τῆς δεκαετίας τοῦ 480 π.Χ. τὶς πολεμικὲς προετοιμασίες. Κατὰ τὴν περίοδο ἐκείνη, ὁ Ἀθηναῖος στρατηγὸς Θεμιστοκλῆς, ἔπεισε τὴν ἐκκλησία τοῦ δήμου, νὰ δοθεῖ ἐντολὴ γιὰ τὴν κατασκευὴ ἑνὸς στόλου ἀπὸ τριήρης. 
   Ἦταν προφανὲς ὅτι, ὁ Θεμιστοκλῆς, ἐβρισκόμενος στὴν ἡλικία τῶν 44 χρόνων, ἔμελλε μὲ τὶς ἡρωικές του πράξεις, νὰ δοξαστεῖ, μετὰ τὸ πέρας αὐτῆς τῆς μεγάλης πολεμικῆς διένεξης. Ἡ σημαντικότερη ἐνέργεια του, ἤτανε, νὰ πείσει ὅλους τοὺς Ἕλληνες νὰ ναυμαχήσουν στὰ στενὰ τῆς Σαλαμίνας. Μόνο αὐτή του ἡ σκέψη ἀναδεικνύει τὴν μεγάλη στρατηγική του εὐφυΐα. Ἐπιπλέον, παρὰ τὴν ὀρμητικότητα καὶ τὴν πολεμικὴ τοῦ ἰσχύ, ἔδειξε πρὸς τοὺς ὁμοεθνεῖς του συμμάχους δείγματα συγκατάβασης καὶ ὁμοψυχίας. Κι ὅλα αὐτά, ἐνῶ οἱ Ἀθηναῖοι κρατοῦσαν τὰ σκῆπτρα τῆς πολεμικῆς ὑπεροχῆς, καθότι εἶχαν στεφθεῖ τροπαιοφόροι στὴ μάχη τοῦ Μαραθῶνα. Καμία ἄλλη ἑλληνικὴ πόλη – κράτος δὲν εἶχε πετύχει ἕως τότε μιὰ τόσο λαμπρὴ νίκη. Βέβαια, ὁ Θεμιστοκλῆς ἔπεισε τοὺς συμμάχους νὰ ναυμαχήσουν στὰ στενά, λέγοντας ὅτι, ἔτσι, ὁ Ξέρξης δὲν θὰ διανοηθεῖ νὰ περάσει στὴν Πελοπόννησο... 
   Ἐπιγραμματικά, ἡ ναυμαχία τῆς Σαλαμῖνος διεξήχθη στὶς 22 Σεπτεμβρίου 480 π.Χ. μεταξὺ τοῦ Ἑλληνικοῦ καὶ τοῦ Ἀσιατικοῦ στόλου. Οἱ Ἕλληνες, ἔχοντας τὴν ἀμέριστη συμπαράσταση τῶν θείων προγόνων τους, κατάφεραν νὰ διαπράξουν τελικῶς μιὰ ὑπέρλαμπρη νίκη. Μὲ ἐπικεφαλεὶς τὶς Ἀθηναϊκὲς τριήρεις, ὁ Περσικὸς στόλος καταναυμαχήθηκε, ἀφήνοντας στὰ μετόπισθεν σωροὺς ἀπὸ συντρίμμια. Ἔπειτα ἀπὸ τὴν πανωλεθρία αὐτή, ἡ δεύτερη Περσικὴ εἰσβολὴ στὴν Ἑλλάδα εἶχε τελειώσει καὶ μαζὶ μὲ τὴν Ἑλλάδα ἡ Εὐρώπη εἶχε γλιτώσει ἀπὸ τὴν βίαιη συμπεριφορὰ τοῦ Ἀσιατικοῦ ἐπεκτατισμοῦ. 
  Τὸ νικητήριο ἀποτέλεσμα αὐτῆς τῆς μάχης, ὀφείλονταν κυρίως στὴν εὐφυὴς στρατηγικὴ τοῦ Ἀθηναίου στρατηγοῦ Θεμιστοκλῆ, τοῦ ὁποίου ἡ γνώση γιὰ τὴν πολεμικὴ τακτικὴ τῶν Περσῶν του ἦταν γνωστὴ ἀπὸ τὴν παλαιότερη συμμετοχή του στὴν μάχη τοῦ Μαραθῶνα. Μὲ τὸ πανοῦργο σχέδιο του, ὡς ἄλλος Ὀδυσσεύς, κατάφερε νὰ παραπλανήσει τον Ξέρξη καὶ νὰ τὸν ὁδηγήσει σὲ μιὰ μάχη ὅπου ἡ ἀριθμητικὴ ὑπεροχὴ τοῦ περσικοῦ στόλου ἦταν δύσχρηστη καὶ μὴ ἀποδοτική. Ἔτσι, καταφέρθηκε ἡ καταστροφὴ 300 ἀσιατικῶν πλοίων. 
Τὰ γεγονότα τῆς ναυμαχίας τῆς Σαλαμίνας, τὰ περιγράφουν οἱ ἑξῆς τέσσερις πηγὲς τῆς ἀρχαίας ἑλληνικῆς γραμματείας: α)του Αἰσχύλου, β)του Ἡροδότου, γ)του Διοδώρου τοῦ Σικελιώτη καὶ δ)του Πλουτάρχου
    Ἰδοὺ καὶ ἡ ἐξιστόρηση τῆς ναυμαχίας ἀπὸ τὸν Διόδωρο τὸν Σικελιώτη: «[11,18] τέλος δὲ τῶν περὶ τὸν Εὐρυβιάδην καὶ Θεμιστοκλέα διαταξάντων τὰς δυνάμεις, τὸ μὲν εὐώνυμον μέρος ἐπεῖχον Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι, πρὸς τὸ τῶν Φοινίκων ναυτικὸν ἀντιταχθησόμενοι· μεγάλην γὰρ οἱ Φοίνικες ὑπεροχὴν εἶχον διά τε τὸ πλῆθος καὶ διὰ τὴν ἐκ προγόνων ἐν τοῖς ναυτικοῖς ἔργοις ἐμπειρίαν· Αἰγινῆται δὲ καὶ Μεγαρεῖς τὸ δεξιὸν κέρας ἀνεπλήρουν· οὗτοι γὰρ ἐδόκουν εἶναι ναυτικώτατοι μετὰ τοὺς Ἀθηναίους καὶ μάλιστα φιλοτιμήσεσθαι διὰ τὸ μόνους τῶν Ἑλλήνων μηδεμίαν ἔχειν καταφυγήν, εἴ τι συμβαίη πταῖσμα κατὰ τὴν ναυμαχίαν· τὴν δὲ μέσην τάξιν ἐπεῖχε τὸ λοιπὸν τῶν Ἑλλήνων πλῆθος. οὗτοι μὲν οὖν τοῦτον τὸν τρόπον συνταχθέντες ἐξέπλευσαν, καὶ τὸν πόρον μεταξὺ Σαλαμῖνος καὶ Ἡρακλείου κατεῖχον· ὁ δὲ βασιλεὺς τῷ μὲν ναυάρχῳ προσέταξεν ἐπιπλεῖν τοῖς πολεμίοις, αὐτὸς δ´ εἰς τὸν ἐναντίον τόπον τῆς Σαλαμῖνος παρῆλθεν, ἐξ οὗ θεωρεῖν ἦν τὴν ναυμαχίαν γινομένην. οἱ δὲ Πέρσαι τὸ μὲν πρῶτον πλέοντες διετήρουν τὴν τάξιν, ἔχοντες πολλὴν εὐρυχωρίαν· ὡς δ´ εἰς τὸ στενὸν ἦλθον, ἠναγκάζοντο τῶν νεῶν τινας ἀπὸ τῆς τάξεως ἀποσπᾶν, καὶ πολὺν ἐποίουν θόρυβον. ὁ δὲ ναύαρχος προηγούμενος τῆς τάξεως καὶ πρῶτος συνάψας μάχην διεφθάρη λαμπρῶς ἀγωνισάμενος. τῆς δὲ νεὼς βυθισθείσης, ταραχὴ κατέσχε τὸ ναυτικὸν τῶν βαρβάρων· πολλοὶ μὲν γὰρ ἦσαν οἱ προστάττοντες, οὐ ταὐτὰ δ´ ἕκαστος παρήγγελλε. διὸ καὶ τοῦ πλεῖν εἰς τοὔμπροσθεν ἐπέσχον, ἀνακωχεύοντες δ´ ἀνεχώρουν εἰς τὴν εὐρυχωρίαν. οἱ δὲ Ἀθηναῖοι θεωροῦντες τὴν ταραχὴν τῶν βαρβάρων ἐπέπλεον τοῖς πολεμίοις, καὶ τὰς μὲν τοῖς ἐμβόλοις ἔτυπτον, ὧν δὲ τοὺς ταρσοὺς παρέσυρον· τῆς δ´ εἰρεσίας οὐχ ὑπηρετούσης, πολλαὶ τῶν Περσῶν τριήρεις πλάγιαι γινόμεναι ταῖς ἐμβολαῖς πυκνῶς κατετιρώσκοντο. διὸ καὶ πρύμναν μὲν ἀνακρούεσθαι κατέπαυσαν, εἰς τοὐπίσω δὲ πλέουσαι προτροπάδην ἔφευγον.
[11,19] τῶν δὲ Φοινισσῶν καὶ Κυπρίων νεῶν ὑπὸ τῶν Ἀθηναίων χειρουμένων, αἱ τῶν Κιλίκων καὶ Παμφύλων, ἔτι δὲ {καὶ} Λυκίων νῆες, ἐχόμεναι τούτων οὖσαι, τὸ μὲν πρῶτον εὐρώστως ἀντείχοντο, ὡς δ´ εἶδον τὰς κρατίστας ναῦς πρὸς φυγὴν ὡρμημένας, καὶ αὐταὶ τὸν κίνδυνον ἐξέλιπον. ἐπὶ δὲ θατέρου κέρατος γενομένης καρτερᾶς ναυμαχίας μέχρι μέν τινος ἰσόρροπος ἦν ὁ κίνδυνος· ὡς δὲ οἱ Ἀθηναῖοι πρὸς τὴν γῆν καταδιώξαντες τοὺς Φοίνικας καὶ Κυπρίους ἐπέστρεψαν, ἐκβιασθέντες ὑπὸ τούτων ἐτράπησαν οἱ βάρβαροι καὶ πολλὰς ναῦς ἀπέβαλον. οἱ μὲν οὖν Ἕλληνες τοῦτον τὸν τρόπον προτερήσαντες ἐπιφανεστάτῃ ναυμαχίᾳ τοὺς βαρβάρους ἐνίκησαν· κατὰ δὲ τὸν κίνδυνον διεφθάρησαν νῆες τῶν μὲν Ἑλλήνων τετταράκοντα, τῶν δὲ Περσῶν ὑπὲρ τὰς διακοσίας χωρὶς τῶν σὺν αὐτοῖς ἀνδράσι ληφθεισῶν. ὁ δὲ βασιλεὺς παρ´ ἐλπίδας ἡττημένος τῶν μὲν Φοινίκων τῶν ἀρξάντων τῆς φυγῆς τοὺς αἰτιωτάτους ἀπέκτεινε, τοῖς δ´ ἄλλοις ἠπείλησεν ἐπιθήσειν τὴν προσήκουσαν τιμωρίαν. οἱ δὲ Φοίνικες φοβηθέντες τὰς ἀπειλὰς τὸ μὲν πρῶτον εἰς τὴν Ἀττικὴν κατέπλευσαν, τῆς δὲ νυκτὸς ἐπιγενομένης ἀπῆραν εἰς τὴν Ἀσίαν. Θεμιστοκλῆς δὲ δόξας αἴτιος γενέσθαι τῆς νίκης, ἕτερον οὐκ ἔλαττον τούτου στρατήγημα ἐπενόησε. φοβουμένων γὰρ τῶν Ἑλλήνων πεζῇ διαγωνίζεσθαι πρὸς τοσαύτας μυριάδας, ἐταπείνωσε πολὺ τὰς δυνάμεις τῶν πεζῶν στρατοπέδων τοιῷδέ τινι τρόπῳ. τὸν παιδαγωγὸν τῶν ἰδίων υἱῶν ἀπέστειλε πρὸς τὸν Ξέρξην δηλώσοντα, διότι μέλλουσιν οἱ Ἕλληνες πλεύσαντες ἐπὶ τὸ ζεῦγμα λύειν τὴν γέφυραν. διόπερ ὁ βασιλεὺς πιστεύσας τοῖς λόγοις διὰ τὴν πιθανότητα, περίφοβος ἐγένετο μὴ τῆς εἰς τὴν Ἀσίαν ἐπανόδου στερηθῇ, τῶν Ἑλλήνων θαλαττοκρατούντων, ἔγνω δὲ τὴν ταχίστην διαβαίνειν ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν, καταλιπὼν Μαρδόνιον ἐπὶ τῆς Ἑλλάδος μετὰ τῶν ἀρίστων ἱππέων τε καὶ πεζῶν, ὧν ὁ σύμπας ἀριθμὸς ὑπῆρχεν οὐκ ἐλάττων τῶν τετταράκοντα μυριάδων. Θεμιστοκλῆς μὲν οὖν δυσὶ στρατηγήμασι χρησάμενος μεγάλων προτερημάτων αἴτιος ἐγένετο τοῖς Ἕλλησι. καὶ τὰ μὲν κατὰ τὴν Ἑλλάδα πραχθέντα ἐν τούτοις ἦν.». 
   Ε΄) Ἕνα ἀκόμη ἀπὸ τὰ λαμπρὰ στρατιωτικὰ ἐπιτεύγματα τῆς Ἀθήνας ὑπῆρξε ἡ νίκη τῶν Ἑλλήνων στὶς Πλαταιὲς μὲ πρωταγωνιστὲς τοὺς Ἀθηναίους, ὑπὸ τὴν ἡγεσία τοῦ πολέμαρχου Ἀριστείδη, ἐναντίον τῶν Περσῶν του Μαρδονίου
    Μετὰ τὴν συντριβὴ τοῦ περσικοῦ στόλου στὰ στενὰ τῆς Σαλαμίνας, ὁ Ξέρξης ἀποχωρεῖ ἀπὸ τὴν Ἑλλάδα κι ἀφήνει στὸ πόδι του τὸν στρατηγὸ Μαρδόνιο ἢ Μαρδοχαῖο. Πολλοὶ σύγχρονοι μελετητὲς θεωροῦν τον Μαρδόνιο ὡς ἐμπνευστὴ τῆς δευτέρας περσικῆς εἰσβολῆς στὴν Ἑλλάδα. Ὁ Ξέρξης, πρὶν φύγει, προσπάθησε γιὰ ὕστατη φορὰ νὰ ἀνατρέψει τὸ ἀρνητικὴ ἐκδοχὴ τῶν ἀποτελεσμάτων, δωροδοκῶντας τοὺς Ἀθηναίους. 
  Ἡ φοβερὴ φτώχια τοῦ Ἀθηναϊκοῦ λαοῦ καὶ ἀπώλεια τῆς περιουσίας του, τὸν εἶχε θέσει σὲ κατάσταση ἐξαθλίωσης. Ὡστόσο, οὔτε δέχθηκαν νὰ παραιτηθοῦν ἀπὸ τὸν πόλεμο, οὔτε νὰ χρηματιστοῦν ἀλλὰ οὔτε καὶ νὰ τοὺς κάνει ὁ Ξέρξης ἀφέντες τῶν ὑπολοίπων Ἑλλήνων. 
  Τότε κι οἱ Σπαρτιᾶτες, θορυβημένοι ἀπὸ τὶς προτάσεις τοῦ Πέρση βασιλιᾶ, ἔστειλαν πρέσβεις στοὺς Ἀθηναίους ὑποσχόμενοι νὰ φιλοξενήσουν καὶ νὰ σιτίσουν ὅλες τὶς Ἀθηναϊκὲς οἰκογένειες. Ὅμως, ἡ ἀπάντηση τῶν Ἀθηναίων ἦταν ρηξικέλευθος, λέγοντας ἀγανακτισμένοι ὅ,τι θέλοντας νὰ τοὺς μειώσουν βλέπουν μόνο τὴν φτώχεια καὶ τὴν πεῖνα τους καὶ ὄχι τὰ ἡρωικά τους κατορθώματα. Τοὺς φώναξαν κατάμουτρα ὅτι τὸ κίνητρο πρὸς τοῦτο τὸν πόλεμο δὲν εἶναι τὸ φαΐ. 
   Ὁ Ἀριστείδης, ὁ πολέμαρχος τῶν Ἀθηνῶν, συνέταξε τὴν ἀπάντηση αὐτὴ καὶ καλῶντας τοὺς πρέσβεις τῶν Σπαρτιατῶν, τοῦ εἶπε: "Οὔτε μὲ ὅλο τὸ χρυσάφι ποὺ βρίσκεται πάνω καὶ κάτω ἀπ' αὐτὴ δὲν θὰ ἀντάλλαζαν οἱ Ἀθηναῖοι τὴν ἐλευθερία τῆς Ἑλλάδος". Ὅσο γιὰ τοὺς πρέσβεις ποὺ εἶχε στείλει ὁ Μαρδόνιος, δείχνοντας τους τὸν ἥλιο τοὺς εἶπε: "ὅσο ὁ ἥλιος κινεῖτε σὲ αὐτὴ τὴν πορεία, οἱ Ἀθηναῖοι δὲν θὰ σταματήσουν νὰ πολεμᾶνε τοὺς Πέρσες μέχρις οὔτε πάρουνε ἐκδίκηση γιὰ τὴν καταστροφὴ τῆς γῆς τους καὶ τῶν ἱερῶν ποὺ ἐκεῖνοι μίαναν καὶ ἔκαψαν"
  Ὁ Μαρδόνιος, ἔκανε καὶ δεύτερη εἰσβολὴ στὴν Ἀθήνα καὶ οἱ κάτοικοι πέρασαν στὴν Σαλαμῖνα. Παρὰ τὶς κατηγορίες τοῦ Ἀριστείδη - γιὰ τὴν ὀλιγωρία τῶν συμμάχων μὲ ἐπί κεφαλῆς τοὺς Σπαρτιᾶτες - δὲν κινήθηκε φύλλο. Ἡ μνησικακία τῶν Σπαρτιατῶν εἶχε κιόλας ἐκδηλωθεῖ, κι ἂν στὴν πορεία τῶν πολεμικῶν διεργασιῶν δὲν ὑπῆρχε ὁ συγκαταβατικὸς Ἀριστείδης, νὰ ἑνώσει τοὺς Ἕλληνες, ἴσως ὁ πόλεμος νὰ εἶχε χαθεῖ. Ἡ τελικὴ μάχη, ποὺ θὰ καταστείλει κάθε ἐπεκτατικὴ προσδοκία τῶν Περσῶν, θὰ διαδραματισθεῖ στὶς Πλαταιές. 
  Ὁ Ἀριστείδης, ἀφοῦ ἐκλέχτηκε στρατηγὸς αὐτοκράτωρ τοῦ Ἀθηναϊκοῦ στρατοῦ, πῆρε 8.000 Ἀθηναίους ὁπλῖτες καὶ κατέφτασε στὶς Πλαταιές, ὅπου εἶχαν στρατοπεδεύσει οἱ Πέρσες. Μετὰ ἀπὸ λίγο κατέφτασε κι ὁ Σπαρτιάτης Παυσανίας ἀρχιστράτηγος τῶν Ἑλληνικῶν δυνάμεων. Ὕστερα ἀπὸ ἕνα χρησμὸ τοῦ μαντείου τῶν Δελφῶν ἡ νίκη θὰ ἐπιτυγχάνονταν γιὰ τοὺς Ἀθηναίους ἂν προσεύχονταν στὸν Δία, στὴν Ἥρα του Κιθαιρώνα, στὸν Πάνα, στὶς Σφραγίτιδες νύμφες καὶ νὰ θυσίαζαν στοὺς ἥρωες ἈνδροκράτηΛεύκωναΠείσανδροΔαμοκράτηὙψίωναἈκταίωνα καὶ Πολύιδο. Ἐπιπλέον, ἡ μάχη θὰ ἔπρεπε νὰ διεξαχθεῖ στὴν Ἀττικὴ γῆ, ἂν ἤθελαν νὰ ἔχουν θετικὴ ἔκβαση τοῦ ἀποτελέσματος. 
Συσκεπτόμενοι, ἀποφάσισαν νὰ μεταφέρουν τὸν πόλεμο στὴν Ἐλευσῖνα, ἀλλά, τὴν τελευταία στιγμὴ οἱ Πλαταιεῖς, δείχνοντας τὴν μεγαλοψυχία τους, δωρίζουν τὴν γῆ τους στοὺς Ἀθηναίους, γιὰ νὰ θεωρηθεῖ ὅτι, ἡ μάχη γίνεται σὲ Ἀθηναϊκὴ γῆ. Ὁ Μέγας Ἀλεξάνδρος, μετὰ ἀπὸ ἑνάμιση αἰῶνα περίπου θὰ κάνει ἰδιαίτερη εὔφημο μνεία γιὰ τὸ ἀνδραγάθημα τῶν Πλαταιῶν ὑπὲρ τοῦ Ἑλληνικοῦ συνόλου.      
   Μέσα ἀπὸ συνεχόμενες προρρήσεις καὶ χρησμούς, σύμπασα ἡ ἑλληνικὴ δύναμη συμπαρατάσσεται ἀπέναντι στὴν δύναμη τῶν Περσῶν. Ἔχουν νὰ ἀντιμετωπίσουν ἕνα τετράγωνο πέτρινο τεῖχος, τὸ ἱππικὸ καὶ τὰ πεζοπόρα τμήματα. Μεγάλη διαμάχη θὰ ξεσπάσει μεταξὺ τῶν Ἀθηναίων καὶ τῶν Τεγεατῶν, διεκδικῶντας ὁ καθεὶς γιὰ προσωπικοὺς λόγους πολεμικῆς ἀνωτερότητας τὴν θέση τοῦ δεξιοῦ κέρατος τῆς Ἑλληνικῆς στρατιᾶς
   Οἱ Ἀθηναῖοι ἦταν γεμᾶτοι θυμὸ γιατί γιὰ ἄλλη μιὰ φορὰ προσπαθοῦν νὰ μειώσουν τὴν προσφορά τους στὴν ἑλληνικὴ συμμαχία. Ὡστόσο, τὴν διένεξη θὰ λύση ὁ Ἀθηναῖος Ἀριστείδης ὁ δίκαιος, λέγοντας ὅτι, δὲν ἔχουν σημασία οἱ θέσεις ποὺ λαμβάνουν τὰ στρατεύματα καὶ δὲν ἔχουμε ἔρθει ἐδῶ γιὰ νὰ ἀναδείξουμε τὸ ποιός ἔχει τοὺς ἐνδοξότερους προγόνους, ἀλλὰ γιὰ νὰ πάψουμε τὶς ἔριδες καὶ νὰ πολεμήσουμε ὅλοι τὸν ἐχθρὸ τιμῶντας τὴν οἱανδήποτε πολεμικὴ θέση μας ἔχει δοθεῖ, ἀντρόπιαστα γιὰ τὴν σωτηρία τῆς Ἑλλάδος. 
  Ἔπειτα ἀπὸ αὐτό τα σημαντικότερα γεγονότα, ποὺ καταγράφηκαν, ἦταν ἡ μαχητικὴ στήριξη τῶν Ἀθηναίων ὁπλιτῶν πρὸς τοὺς Μεγαρίτες, ὅπου κατάφεραν νὰ πλήξουν καίρια τὸ περσικὸ ἱππικὸ καὶ νὰ σκοτώσουν τὸν ἀρχηγό τους τὸν Μασίστιο. Τὸ πλῆγμα ἦταν πελώριο, καθότι ὁ Μασίστιος θεωροῦνταν τὸ πρωτοπαλίκαρο τῶν Περσῶν ποὺ τὸν σέβονταν ὅλοι. Τόσο μεγάλο τρόμο δημιούργησε ὁ θάνατος του, ὅπου οἱ Πέρσες τράπηκαν σὲ ἀκατάσχετη φυγή. 
    Ἡ Ἀθηναϊκὴ νίκη δὲν ἦταν τόσο μεγάλη γιὰ τὸ πλῆθος τῶν νεκρῶν ὅσο διὰ τὴν πρόκληση μεγάλου πένθους στὸ ἀντίπαλο στρατόπεδο ἀπὸ τὸν θάνατο τοῦ Μασίστιου. Παρὰ τοὺς δυσοίωνους οἰωνούς, ὁ Μαρδόνιος ἀποφασίζει νὰ ἐπιτεθεῖ στοὺς Ἕλληνες. Τὴν ἀπόφαση αὐτὴ θὰ καταμαρτυρήσει στοὺς Ἀθηναίους - πιὸ συγκεκριμένα στὸν Ἀριστείδη - ὁ βασιλιᾶς τῶν Μακεδόνων Ἀλέξανδρος ὁ Α', ἐκφράζοντας τὴν συμπάθεια του πρὸς αὐτούς. 
   Ὁ Παυσανίας, ἀρχιστράτηγος τῆς συμμαχίας ὅλων τῶν Ἑλλήνων, ἐκτὸς τῶν Ἀθηναίων, κάλεσε τὸν Ἀριστείδη καὶ τοῦ ἀνέθεσε τὴν τοποθέτηση τοῦ Ἀθηναϊκοῦ στρατοῦ στὸ δεξιὸ κέρας, ἐκεῖ ὅπου θὰ παρατάσσονταν ὁ Μαρδόνιος μὲ τοὺς Πέρσες. Θεώρησε ὅτι, οἱ Ἀθηναῖοι ἔχοντας ξανανικήσει τοὺς Πέρσες στὸν Μαραθῶνα θὰ μποροῦσαν καὶ πάλι νὰ τὸ διαπράξουν. Παραδόξως, Ἀθηναῖοι καὶ Σπαρτιᾶτες πολεμιστές, γιὰ πρώτη φορὰ ἀνταλλάζουν μεταξύ τους λόγια ἐμψυχωτικὰ καὶ ἐπαινετικά. 
Ὡστόσο, ὁ Μαρδόνιος φοβούμενος τὴν στρατιωτικὴ ἀνδρεία καὶ ὀπλομαχητικὴ δύναμη τῶν Ἀθηναίων του Ἀριστείδους, ἄλλαξε τὴν θέση τῆς παρατάξεως του καὶ στήθηκε πρὸς τὴ μεριὰ τῶν Σπαρτιατῶν. Ἡ ἀλλαγὴ αὐτὴ ἔγινε δυὸ τρεῖς φορὲς ἔνδειξη ὅτι ὁ Μαρδόνιος ἤθελε νὰ ἀποφύγει τοὺς Ἀθηναίους καὶ τοποθετοῦσε στὴ θέση του, τοὺς μηδίζοντες Ἕλληνες συμμάχους του (κυρίως τοὺς Θηβαίους). 
   Τελικά, οἱ Σπαρτιᾶτες, μαχόμενοι ἡρωικὰ μέχρι θανάτου σκοτώνουν τον Μαρδόνιο καὶ τρέπουν σὲ φυγὴ τοὺς Πέρσες, ἐνῶ οἱ Ἀθηναῖοι σὰν λιοντάρια κατατροπώνουν τοὺς προδότες Θηβαίους. Ἡ νίκη αὐτὴ ποὺ κόστισε τὴν ζωὴ πάνω ἀπὸ 100.000 στρατιωτῶν τοῦ ἐχθρικοῦ στρατοπέδου, ἔθεσε ἕνα τέλος στὶς κακόβουλες προθέσεις τῶν Ἀσιατῶν γιὰ τὴν Ἑλλάδα καὶ τοὺς Ἕλληνες. Μαζὶ μὲ τὴν ναυμαχία της Μυκάλης, ἡ μάχη τῶν Πλαταιῶν θεωρεῖτε ἡ ταφόπλακα τῶν Περσῶν ἐπὶ τῆς Εὐρωπαϊκῆς ἠπείρου. Τὸ τρόπαιο, ποὺ ἔπρεπε νὰ στήσουν οἱ Ἀθηναῖοι, ὅπως εἶχε χρησμοδοτήσει καὶ τὸ μαντεῖο ὅτι ἡ νίκη εἶναι στὴ γῆ τῶν Ἀθηναίων, θέλησαν νὰ τὸ στήσουν καὶ οἱ Σπαρτιᾶτες. Ὡστόσο, τὶς ἔριδες διέλυσαν οἱ Πλαταιεῖς ποὺ ἀνέλαβαν ἐκεῖνοι νὰ ἀναγείρουν τὸ τρόπαιο τῆς νίκης ἐκπροσωπῶντας ὅλους τοὺς Ἕλληνες. Ἔπειτα ἀπὸ αὐτοὺς ἔστησαν τρόπαια καὶ οἱ δύο αἰώνιοι ἀντίπαλοι. 
  Ἰδοὺ καὶ οἱ περαιτέρω λεπτομέρειες ἀπὸ τὴν ἱστορικὴ καταγραφὴ τοῦ ἱερέα τῶν Δελφῶν Πλουτάρχου:
 
 «[11] [11.1]χειροτονηθεὶς δὲ στρατηγὸς αὐτοκράτωρ ἐπὶ τὴν μάχην, καὶ τῶν Ἀθηναίων ὀκτακισχιλίους ὁπλίτας ἀναλαβών, ἧκεν εἰς Πλαταιάς. ἐκεῖ δὲ καὶ Παυσανίας ὁ τοῦ σύμπαντος ἡγούμενος Ἑλληνικοῦ συνέμιξεν ἔχων τοὺς Σπαρτιάτας, καὶ τῶν ἄλλων Ἑλλήνων ἐπέῤῥει τὸ πλῆθος. [11.2] τῶν δὲ βαρβάρων τὸ μὲν ὅλον τῆς στρατοπεδείας παρὰ τὸν Ἀσωπὸν ποταμὸν παρεκτεταμένης οὐδεὶς ἦν ὄρος διὰ τὸ μέγεθος, περὶ δὲ τὰς ἀποσκευὰς καὶ τὰ κυριώτατα τεῖχος περιεφράξαντο τετράγωνον, οὗ τῶν πλευρῶν ἑκάστη μῆκος ἦν δέκα σταδίων.
Παυσανίᾳ μὲν οὖν καὶ τοῖς Ἕλλησι κοινῇ Τισαμενὸς ὁ Ἠλεῖος ἐμαντεύσατο, καὶ προεῖπε νίκην ἀμυνομένοις καὶ μὴ προεπιχειροῦσιν: [11.3] Ἀριστείδου δὲ πέμψαντος εἰς Δελφοὺς ἀνεῖλεν ὁ θεὸς Ἀθηναίους καθυπερτέρους ἔσεσθαι τῶν ἐναντίων εὐχομένους τῷ Διὶ̈ καὶ τῇ Ἥρα τῇ Κιθαιρωνίᾳ καὶ Πανὶ καὶ νύμφαις Σφραγίτισι, καὶ θύοντας ἥρωσιν Ἀνδροκράτει, Λεύκωνι, Πεισάνδρῳ, Δαμοκράτει, Ὑψίωνι, Ἀκταίωνι, Πολϋί̈δῳ, καὶ τὸν κίνδυνον ἐν γᾷ ἰδίᾳ ποιουμένους ἐν τῷ πεδίῳ τᾶς Δάματρος τᾶς Ἐλευσινίας καὶ τᾶς Κόρας. [11.4] οὗτος ὁ χρησμὸς ἀνενεχθεὶς ἀπορίαν τῷ Ἀριστείδῃ παρεῖχεν. οἱ μὲν γὰρ ἥρωες, οἷς ἐκέλευε θύειν, ἀρχηγέται Πλαταιέων ἦσαν, καὶ τὸ τῶν Σφραγιτίδων νυμφῶν ἄντρον ἐν μιᾷ κορυφῇ τοῦ Κιθαιρῶνός ἐστιν, εἰς δυσμὰς ἡλίου θερινὰς τετραμμένον, ἐν ᾧ καὶ μαντεῖον ἦν πρότερον, ὥς φασι, καὶ πολλοὶ κατείχοντο τῶν ἐπιχωρίων, οὓς νυμφολήπτους προσηγόρευον. τὸ δὲ τῆς Ἐλευσινίας Δήμητρος πεδίον, [11.5] καὶ τὸ τὴν μάχην ἐν ἰδίᾳ χώρᾳ ποιουμένοις τοῖς Ἀθηναίοις νίκην δίδοσθαι, πάλιν εἰς τὴν Ἀττικὴν ἀνεκαλεῖτο καὶ μεθίστη τὸν πόλεμον.
ἔνθα τῶν Πλαταιέων ὁ στρατηγὸς Ἀρίμνηστος ἔδοξε κατὰ τοὺς ὕπνους ὑπὸ τοῦ Διὸς τοῦ Σωτῆρος ἐπερωτώμενον αὑτόν, ὅ τι δὴ πράττειν δέδοκται τοῖς Ἕλλησιν, εἰπεῖν, “αὔριον εἰς Ἐλευσῖνα τὴν στρατιὰν ἀπάξομεν, ὦ δέσποτα, καὶ διαμαχούμεθα τοῖς βαρβάροις ἐκεῖ κατὰ τὸ πυθόχρηστον.” [11.6] τὸν οὖν θεὸν φάναι διαμαρτάνειν αὐτοὺς τοῦ παντός: αὐτόθι γὰρ εἶναι περὶ τὴν Πλαταϊκὴν τὰ πυθόχρηστα καὶ ζητοῦντας ἀνευρήσειν. τούτων ἐναργῶς τῷ Ἀριμνήστῳ φανέντων ἐξεγρόμενος τάχιστα μετεπέμψατο τοὺς ἐμπειροτάτους καὶ πρεσβυτάτους τῶν πολιτῶν, μεθ' ὧν διαλεγόμενος καὶ συνδιαπορῶν εὗρεν, ὅτι τῶν Ὑσιῶν πλησίον ὑπὸ τὸν Κιθαιρῶνα ναός ἐστιν ἀρχαῖος πάνυ Δήμητρος Ἐλευσινίας καὶ Κόρης προσαγορευόμενος. [11.7] εὐθὺς οὖν παραλαβὼν τὸν Ἀριστείδην ἦγεν ἐπὶ τὸν τόπον, εὐφυέστατον ὄντα παρατάξαι φάλαγγα πεζικὴν ἱπποκρατουμένοις, διὰ τὰς ὑπωρείας τοῦ Κιθαιρῶνος ἄφιππα ποιούσας τὰ καταλήγοντα καὶ συγκυροῦντα τοῦ πεδίου πρὸς τὸ ἱερόν. αὐτοῦ δ' ἦν καὶ τὸ τοῦ Ἀνδροκράτους ἡρῷον ἐγγύς, ἄλσει πυκνῶν καὶ συσκίων δένδρων περιεχόμενον. [11.8] ὅπως δὲ μηδὲν ἐλλιπὲς ἔχῃ πρὸς τὴν ἐλπίδα τῆς νίκης ὁ χρησμός, ἔδοξε τοῖς Πλαταιεῦσιν, Ἀριμνήστου γνώμην εἰπόντος, ἀνελεῖν τὰ πρὸς τὴν Ἀττικὴν ὅρια τῆς Πλαταιί̈δος καὶ τὴν χώραν ἐπιδοῦναι τοῖς Ἀθηναίοις ὑπὲρ τῆς Ἑλλάδος ἐν οἰκείᾳ κατὰ τὸν χρησμὸν ἐναγωνίσασθαι.
 [11.9] ταύτην μὲν οὖν τὴν φιλοτιμίαν τῶν Πλαταιέων οὕτω συνέβη περιβόητον γενέσθαι, ὥστε καὶ Ἀλέξανδρον ἤδη βασιλεύοντα τῆς Ἀσίας ὕστερον πολλοῖς ἔτεσι τειχίζοντα τὰς Πλαταιὰς ἀνειπεῖν Ὀλυμπιάσιν ὑπὸ κήρυκος, ὅτι ταύτην ὁ βασιλεὺς ἀποδίδωσι Πλαταιεῦσι τῆς ἀνδραγαθίας καὶ τῆς μεγαλοψυχίας χάριν, ἐπειδὴ τοῖς Ἕλλησιν ἐν τῷ Μηδικῷ πολέμῳ τὴν χώραν ἐπέδωκαν καὶ παρέσχον αὑτοὺς προθυμοτάτους.
 [12]
[12.1]Ἀθηναίοις δὲ Τεγεᾶται περὶ τάξεως ἐρίσαντες ἠξίουν, ὥσπερ ἀεί, Λακεδαιμονίων τὸ δεξιὸν ἐχόντων κέρας, αὐτοὶ τὸ εὐώνυμον ἔχειν, πολλὰ τοὺς αὑτῶν προγόνους ἐγκωμιάζοντες. ἀγανακτούντων δὲ τῶν Ἀθηναίων παρελθὼν ὁ Ἀριστείδης εἶπε: “Τεγεάταις μὲν ἀντειπεῖν περὶ εὐγενείας καὶ ἀνδραγαθίας ὁ παρὼν καιρὸς οὐ δίδωσι, πρὸς δ' ὑμᾶς, ὦ Σπαρτιᾶται, καὶ τοὺς ἄλλους Ἕλληνας λέγομεν, ὅτι τὴν ἀρετὴν οὐκ ἀφαιρεῖται τόπος οὐδὲ δίδωσιν: ἣν δ' ἂν ὑμεῖς ἡμῖν τάξιν ἀποδῶτε πειρασόμεθα κοσμοῦντες καὶ φυλάττοντες μὴ καταισχύνειν τοὺς προηγωνισμένους ἀγῶνας. [12.2] ἥκομεν γὰρ οὐ τοῖς συμμάχοις στασιάσοντες, ἀλλὰ μαχούμενοι τοῖς πολεμίοις, οὐδ' ἐπαινεσόμενοι τοὺς πατέρας, ἀλλ' αὑτοὺς ἄνδρας ἀγαθοὺς τῇ Ἑλλάδι παρέξοντες: ὡς οὗτος ὁ ἀγὼν δείξει καὶ πόλιν καὶ ἄρχοντα καὶ ἰδιώτην ὁπόσου τοῖς Ἕλλησιν ἄξιός ἐστι.” ταῦτ' ἀκούσαντες οἱ σύνεδροι καὶ ἡγεμόνες ἀπεδέξαντο τοὺς Ἀθηναίους καὶ θάτερον αὐτοῖς κέρας ἀπέδοσαν.
 [13]
[13.1]οὔσης δὲ μετεώρου τῆς Ἑλλάδος καὶ μάλιστα τοῖς Ἀθηναίοις τῶν πραγμάτων ἐπισφαλῶς ἐχόντων, ἄνδρες ἐξ οἴκων ἐπιφανῶν καὶ χρημάτων μεγάλων πένητες ὑπὸ τοῦ πολέμου γεγονότες καὶ πᾶσαν ἅμα τῷ πλούτῳ τὴν ἐν τῇ πόλει δύναμιν αὑτῶν καὶ δόξαν οἰχομένην ὁρῶντες, ἑτέρων τιμωμένων καὶ ἀρχόντων, συνῆλθον εἰς οἰκίαν τινὰ τῶν ἐν Πλαταιαῖς κρύφα καὶ συνωμόσαντο καταλύσειν τὸν δῆμον: εἰ δὲ μὴ προχωροίη, λυμανεῖσθαι τὰ πράγματα καὶ τοῖς βαρβάροις προδώσειν.
 [13.2] πραττομένων δὲ τούτων ἐν τῷ στρατοπέδῳ καὶ συχνῶν ἤδη διεφθαρμένων, αἰσθόμενος ὁ Ἀριστείδης καὶ φοβηθεὶς τὸν καιρόν, ἔγνω μήτ' ἐᾶν ἀμελούμενον τὸ πρᾶγμα μήθ' ἅπαν ἐκκαλύπτειν, ἀγνοούμενον εἰς ὅσον ἐκβήσεται πλῆθος ὁ ἔλεγχος τὸν τοῦ δικαίου ζητῶν ὅρον ἀντὶ τοῦ συμφέροντος. [13.3] ὀκτὼ δή τινας ἐκ πολλῶν συνέλαβε: καὶ τούτων δύο μέν, οἷς πρώτοις ἡ κρίσις προεγράφη, οἳ καὶ πλείστην αἰτίαν εἶχον, Αἰσχίνης Λαμπτρεὺς καὶ Ἀγησίας Ἀχαρνεύς, ᾤχοντο φεύγοντες ἐκ τοῦ στρατοπέδου, τοὺς δ' ἄλλους ἀφῆκε, θαρσῆσαι διδοὺς καὶ μεταγνῶναι τοῖς ἔτι λανθάνειν οἰομένοις, ὑπειπὼν ὡς μέγα δικαστήριον ἔχουσι τὸν πόλεμον ἀπολύσασθαι τὰς αἰτίας ὀρθῶς καὶ δικαίως τῇ πατρίδι βουλευόμενοι.
 [14]
[14.1]μετὰ ταῦτα Μαρδόνιος, ᾧ πλεῖστον ἐδόκει διαφέρειν, τῶν Ἑλλήνων ἀπεπειρᾶτο, τὴν ἵππον ἀθρόαν αὐτοῖς ἐφεὶς καθεζομένοις ὑπὸ τὸν πρόποδα τοῦ Κιθαιρῶνος ἐν χωρίοις ὀχυροῖς καὶ πετρώδεσι πλὴν Μεγαρέων. οὗτοι δὲ τρισχίλιοι τὸ πλῆθος ὄντες ἐν τοῖς ἐπιπέδοις μᾶλλον ἐστρατοπεδεύοντο. διὸ καὶ κακῶς ἔπασχον ὑπὸ τῆς ἵππου ῥυείσης ἐπ' αὐτοὺς καὶ προσβολὰς ἐχούσης πανταχόθεν. [14.2] ἔπεμπον οὖν ἄγγελον κατὰ τάχος πρὸς Παυσανίαν βοηθεῖν κελεύοντες, ὡς οὐ δυνάμενοι καθ' αὑτοὺς ὑποστῆναι τὸ τῶν βαρβάρων πλῆθος. ταῦτα Παυσανίας ἀκούων, ἤδη δὲ καὶ καθορῶν ἀποκεκρυμμένον ἀκοντισμάτων καὶ τοξευμάτων πλήθει τὸ στρατόπεδον τῶν Μεγαρέων καὶ συνεσταλμένους αὐτοὺς εἰς ὀλίγον, αὐτὸς μὲν ἀμήχανος ἦν πρὸς ἱππότας ἀμύνειν ὁπλιτικῇ φάλαγγι καὶ βαρείᾳ τῇ Σπαρτιατῶν, [14.3] τοῖς δ' ἄλλοις στρατηγοῖς καὶ λοχαγοῖς τῶν Ἑλλήνων περὶ αὐτὸν οὖσι προὔθετο ζῆλον ἀρετῆς καὶ φιλοτιμίας, εἰ δή τινες ἑκόντες ἀναδέξαιντο προαγωνίσασθαι καὶ βοηθῆσαι τοῖς Μεγαρεῦσι. τῶν δ' ἄλλων ὀκνούντων Ἀριστείδης ἀναδεξάμενος ὑπὲρ τῶν Ἀθηναίων τὸ ἔργον ἀποστέλλει τὸν προθυμότατον τῶν λοχαγῶν Ὀλυμπιόδωρον, ἔχοντα τοὺς ὑπ' αὐτῷ τεταγμένους λογάδας τριακοσίους καὶ τοξότας ἀναμεμιγμένους σὺν αὐτοῖς.
 [14.4] τούτων δὲ ὀξέως διασκευασαμένων καὶ προσφερομένων δρόμῳ, Μασίστιος ὁ τῶν βαρβάρων ἵππαρχος, ἀνὴρ ἀλκῇ τε θαυμαστὸς μεγέθει τε καὶ κάλλει σώματος περιττός, ὡς κατεῖδεν, ἐναντίον ἐπιστρέψας τὸν ἵππον εἰς αὐτοὺς ἤλαυνε. τῶν δ' ἀνασχομένων καὶ συμβαλόντων ἦν ἀγὼν καρτερός, ὡς πεῖραν ἐν τούτῳ τοῦ παντὸς λαμβανόντων. [14.5] ἐπεὶ δὲ τοξευθεὶς ὁ ἵππος τὸν Μασίστιον ἀπέῤῥιψε καὶ πεσὼν ὑπὸ βάρους τῶν ὅπλων αὐτός τε δυσκίνητος ἦν ἀναφέρειν καὶ τοῖς Ἀθηναίοις ἐπικειμένοις καὶ παίουσι δυσμεταχείριστος, οὐ μόνον στέρνα καὶ κεφαλήν, ἀλλὰ καὶ τὰ γυῖα χρυσῷ καὶ χαλκῷ καὶ σιδήρῳ καταπεφραγμένος, τοῦτον μὲν ᾗ τὸ κράνος ὑπέφαινε τὸν ὀφθαλμὸν ἀκοντίου στύρακι παίων τις ἀνεῖλεν, οἱ δ' ἄλλοι Πέρσαι προέμενοι τὸν νεκρὸν ἔφευγον. [14.6] ἐγνώσθη δὲ τοῦ κατορθώματος τὸ μέγεθος τοῖς Ἕλλησιν οὐκ ἀπὸ τῶν νεκρῶν τοῦ πλήθους, ὀλίγοι γὰρ οἱ πεσόντες ἦσαν, ἀλλὰ τῷ πένθει τῶν βαρβάρων. καὶ γὰρ ἑαυτοὺς ἔκειραν ἐπὶ τῷ Μασιστίῳ καὶ ἵππους καὶ ἡμιόνους, οἰμωγῆς τε καὶ κλαυθμοῦ τὸ πεδίον ἐνεπίμπλασαν, ὡς ἄνδρα πολὺ πρῶτον ἀρετῇ καὶ δυνάμει μετά γε Μαρδόνιον αὐτὸν ἀποβαλόντες.
 [15]
[15.1]μετὰ δὲ τὴν ἱππομαχίαν ἀμφότεροι μάχης ἔσχοντο χρόνον πολύν: ἀμυνομένοις γὰρ οἱ μάντεις νίκην προὔφαινον ἐκ τῶν ἱερῶν ὁμοίως καὶ τοῖς Πέρσαις καὶ τοῖς Ἕλλησιν, εἰ δ' ἐπιχειροῖεν, ἧτταν. ἔπειτα Μαρδόνιος, ὡς αὐτῷ μὲν ἡμερῶν ὀλίγων τὰ ἐπιτήδεια περιῆν, οἱ δ' Ἕλληνες ἀεί τινων ἐπιῤῥεόντων πλείονες ἐγίνοντο, δυσανασχετῶν ἔγνω μηκέτι μένειν, ἀλλὰ διαβὰς ἅμα φάει τὸν Ἀσωπὸν ἐπιθέσθαι τοῖς Ἕλλησιν ἀπροσδοκήτως: καὶ παράγγελμα τοῖς ἡγεμόσιν ἑσπέρας ἔδωκε.
 [15.2] μεσούσης δὲ μάλιστα τῆς νυκτὸς ἀνὴρ ἵππον ἔχων ἀτρέμα προσεμίγνυε τῷ στρατοπέδῳ τῶν Ἑλλήνων: ἐντυχὼν δὲ ταῖς φυλακαῖς ἐκέλευεν αὐτῷ προσελθεῖν Ἀριστείδην τὸν Ἀθηναῖον. ὑπακούσαντος δὲ ταχέως ἔφησεν: “εἰμὶ μὲν Ἀλέξανδρος ὁ Μακεδών, ἥκω δὲ κινδύνων τὸν μέγιστον εὐνοίᾳ τῇ πρὸς ὑμᾶς αἰρόμενος, ὡς μὴ τὸ αἰφνίδιον ἐκπλήξειεν ὑμᾶς χεῖρον ἀγωνίσασθαι. μαχεῖται γὰρ ὑμῖν Μαρδόνιος αὔριον, [15.3] οὐχ ὑπ' ἐλπίδος χρηστῆς οὐδὲ θάρσους, ἀλλ' ἀπορίας τῶν παρόντων, ἐπεὶ καὶ μάντεις ἐκεῖνον ἀπαισίοις ἱεροῖς καὶ λογίοις χρησμῶν εἴργουσι μάχης, καὶ τὸν στρατὸν ἔχει δυσθυμία πολλὴ καὶ κατάπληξις. ἀλλ' ἀνάγκη τολμῶντα πειρᾶσθαι τῆς τύχης ἢ τὴν ἐσχάτην ὑπομένειν ἀπορίαν καθεζόμενον. [15.4] ταῦτα φράσας ὁ Ἀλέξανδρος ἐδεῖτο τὸν Ἀριστείδην αὐτὸν εἰδέναι καὶ μνημονεύειν, ἑτέρῳ δὲ μὴ κατειπεῖν. ὁ δ' οὐ καλῶς ἔχειν ἔφη ταῦτα Παυσανίαν ἀποκρύψασθαι, ἐκείνῳ γὰρ ἀνακεῖσθαι τὴν ἡγεμονίαν, πρὸς δὲ τοὺς ἄλλους ἄῤῥητα πρὸ τῆς μάχης ἔδοξεν ἔσεσθαι, νικώσης δὲ τῆς Ἑλλάδος οὐδένα τὴν Ἀλεξάνδρου προθυμίαν καὶ ἀρετὴν ἀγνοήσειν. [15.5] λεχθέντων δὲ τούτων ὅ τε βασιλεὺς τῶν Μακεδόνων ἀπήλαυνεν ὀπίσω πάλιν, ὅ τε Ἀριστείδης ἀφικόμενος ἐπὶ τὴν σκηνὴν τοῦ Παυσανίου διηγεῖτο τοὺς λόγους: καὶ μετεπέμποντο τοὺς ἄλλους ἡγεμόνας καὶ παρήγγελλον ἐν κόσμῳ τὸν στρατὸν ἔχειν, ὡς μάχης ἐσομένης.
 [16] [16.1]ἐν τούτῳ δ', ὡς Ἡρόδοτος ἱστορεῖ, Παυσανίας Ἀριστείδῃ προσέφερε λόγον, ἀξιῶν τοὺς Ἀθηναίους ἐπὶ τὸ δεξιὸν μετατάξαι καὶ κατὰ τοὺς Πέρσας ἀντιταχθῆναι, βέλτιον γὰρ ἀγωνιεῖσθαι τῆς τε μάχης ἐμπείρους γεγονότας καὶ τῷ προνενικηκέναι θαῤῥοῦντας, αὑτῷ δὲ παραδοῦναι τὸ εὐώνυμον, ὅπου τῶν Ἑλλήνων οἱ μηδίζοντες ἐπιβάλλειν ἔμελλον. [16.2]οἱ μὲν οὖν ἄλλοι στρατηγοὶ τῶν Ἀθηναίων ἀγνώμονα καὶ φορτικὸν ἡγοῦντο τὸν Παυσανίαν, εἰ τὴν ἄλλην ἐῶν τάξιν ἐν χώρᾳ μόνους ἄνω καὶ κάτω μεταφέρει σφᾶς ὥσπερ εἵλωτας, κατὰ τὸ μαχιμώτατον προβαλλόμενος: ὁ δ' Ἀριστείδης διαμαρτάνειν αὐτοὺς ἔφασκε τοῦ παντός, εἰ πρώην μὲν ὑπὲρ τοῦ τὸ εὐώνυμον κέρας ἔχειν διεφιλοτιμοῦντο Τεγεάταις καὶ προκριθέντες ἐσεμνύνοντο, νῦν δέ, [16.3] Λακεδαιμονίων ἑκουσίως αὐτοῖς ἐξισταμένων τοῦ δεξιοῦ καὶ τρόπον τινὰ τὴν ἡγεμονίαν παραδιδόντων, οὔτε τὴν δόξαν ἀγαπῶσιν οὔτε κέρδος ἡγοῦνται τὸ μὴ πρὸς ὁμοφύλους καὶ συγγενεῖς, ἀλλὰ βαρβάρους καὶ φύσει πολεμίους ἀγωνίσασθαι. ἐκ τούτου πάνυ προθύμως οἱ Ἀθηναῖοι διημείβοντο τοῖς Σπαρτιάταις τὴν [16.4] τάξιν: καὶ λόγος ἐχώρει δι' αὐτῶν πολὺς ἀλλήλοις παρεγγυώντων, ὡς οὔτε ὅπλα βελτίω λαβόντες οὔτε ψυχὰς ἀμείνους οἱ πολέμιοι τῶν ἐν Μαραθῶνι προσίασιν, ἀλλὰ ταὐτὰ μὲν ἐκείνοις τόξα, ταὐτὰ δ' ἐσθῆτος ποικίλματα καὶ χρυσὸς ἐπὶ σώμασι μαλακοῖς καὶ ψυχαῖς ἀνάνδροις: ἡμῖν δ' ὅμοια μὲν ὅπλα καὶ σώματα, μεῖζον δὲ ταῖς νίκαις τὸ θάρσος, ὁ δ' ἀγὼν οὐχ ὑπὲρ χώρας καὶ πόλεως μόνον, ὡς ἐκείνοις, ἀλλ' ὑπὲρ τῶν ἐν Μαραθῶνι καὶ Σαλαμῖνι τροπαίων, ὡς μηδ' ἐκεῖνα Μιλτιάδου δοκῇ καὶ τύχης, ἀλλὰ Ἀθηναίων.
 [16.5] οὗτοι μὲν οὖν σπεύδοντες ἐν ἀμείψει τῶν τάξεων ἦσαν: αἰσθόμενοι δὲ Θηβαῖοι παρ' αὐτομόλων Μαρδονίῳ φράζουσι. κἀκεῖνος εὐθύς, εἴτε δεδιὼς τοὺς Ἀθηναίους, εἴτε τοῖς Λακεδαιμονίοις συμπεσεῖν φιλοτιμούμενος, ἀντιπαρεξῆγε τοὺς Πέρσας ἐπὶ τὸ δεξιόν, τοὺς δὲ Ἕλληνας ἐκέλευε τοὺς σὺν αὐτῷ κατὰ τοὺς Ἀθηναίους ἵστασθαι. [16.6] γενομένης δὲ τῆς μετακοσμήσεως καταφανοῦς ὅ τε Παυσανίας ἀποτραπεὶς αὖθις ἐπὶ τοῦ δεξιοῦ κατέστη, καὶ Μαρδόνιος, ὥσπερ εἶχεν ἐξ ἀρχῆς, ἀνέλαβε τὸ εὐώνυμον κατὰ τοὺς Λακεδαιμονίους γενόμενος, ἥ τε ἡμέρα διεξῆλθεν ἀργή. καὶ τοῖς Ἕλλησι βουλευομένοις ἔδοξε ποῤῥωτέρω μεταστρατοπεδεῦσαι καὶ καταλαβεῖν εὔυδρον χωρίον, ἐπεὶ τὰ πλησίον νάματα καθύβριστο καὶ διέφθαρτο τῶν βαρβάρων ἱπποκρατούντων.
 [17]
[17.1]ἐπελθούσης δὲ νυκτὸς καὶ τῶν στρατηγῶν ἀγόντων ἐπὶ τὴν ἀποδεδειγμένην στρατοπεδείαν οὐ πάνυ πρόθυμον ἦν ἕπεσθαι καὶ συμμένειν τὸ πλῆθος, ἀλλ' ὡς ἀνέστησαν ἐκ τῶν πρώτων ἐρυμάτων ἐφέροντο πρὸς τὴν πόλιν τῶν Πλαταιέων οἱ πολλοί, καὶ θόρυβος ἦν ἐκεῖ διασκιδναμένων καὶ κατασκηνούντων ἀτάκτως. Λακεδαιμονίοις δὲ συνέβαινεν ἄκουσι μόνοις ἀπολείπεσθαι τῶν ἄλλων: Ἀμομφάρετος γάρ, [17.2] ἀνὴρ θυμοειδὴς καὶ φιλοκίνδυνος, ἔκπαλαι πρὸς τὴν μάχην σπαργῶν καὶ βαρυνόμενος τὰς πολλὰς ἀναβολὰς καὶ μελλήσεις, τότε δὴ παντάπασι τὴν μετανάστασιν φυγὴν ἀποκαλῶν καὶ ἀπόδρασιν, οὐκ ἔφη λείψειν τὴν τάξιν, ἀλλ' αὐτόθι μένων μετὰ τῶν ἑαυτοῦ λοχιτῶν ὑποστήσεσθαι Μαρδόνιον. [17.3] ὡς δὲ Παυσανίας ἐπελθὼν ἔλεγε ταῦτα πράττειν ἐψηφισμένα καὶ δεδογμένα τοῖς Ἕλλησιν, ἀράμενος ταῖν χεροῖν πέτρον μέγαν ὁ Ἀμομφάρετος καὶ καταβαλὼν πρὸ τῶν ποδῶν τοῦ Παυσανίου ταύτην ἔφη ψῆφον αὐτὸς περὶ τῆς μάχης τίθεσθαι, τὰ δὲ τῶν ἄλλων δειλὰ βουλεύματα καὶ δόγματα χαίρειν ἐᾶν. ἀπορούμενος δὲ Παυσανίας τῷ παρόντι πρὸς μὲν τοὺς Ἀθηναίους ἔπεμψεν ἀπιόντας ἤδη, περιμεῖναι δεόμενος καὶ κοινῇ βαδίζειν, αὐτὸς δὲ τὴν ἄλλην δύναμιν ἦγε πρὸς τὰς Πλαταιὰς ὡς ἀναστήσων τὸν Ἀμομφάρετον.
 [17.4] ἐν τούτῳ δὲ κατελάμβανεν ἡμέρα, καὶ Μαρδόνιος ̔οὐ γὰρ ἔλαθον τὴν στρατοπεδείαν ἐκλελοιπότες οἱ Ἕλληνεσ̓ ἔχων συντεταγμένην τὴν δύναμιν ἐπεφέρετο τοῖς Λακεδαιμονίοις βοῇ πολλῇ καὶ πατάγῳ τῶν βαρβάρων, ὡς οὐ μάχης ἐσομένης, ἀλλὰ φεύγοντας ἀναρπασομένων τοὺς Ἕλληνας. ὃ μικρᾶς ῥοπῆς ἐδέησε γενέσθαι. [17.5] κατιδὼν γὰρ τὸ γινόμενον ὁ Παυσανίας ἔσχετο μὲν τῆς πορείας καὶ τὴν ἐπὶ μάχῃ τάξιν ἐκέλευσε λαμβάνειν ἕκαστον, ἔλαθε δ' αὐτόν, εἴθ' ὑπὸ τῆς πρὸς τὸν Ἀμομφάρετον ὀργῆς εἴτε τῷ τάχει θορυβηθέντα τῶν πολεμίων, σύνθημα μὴ δοῦναι τοῖς Ἕλλησιν. ὅθεν οὔτ' εὐθὺς οὔτ' ἀθρόοι, κατ' ὀλίγους δὲ καὶ σποράδην, ἤδη τῆς μάχης ἐν χερσὶν οὔσης, προσεβοήθουν.
 [17.6] ὡς δὲ θυόμενος οὐκ ἐκαλλιέρει, προσέταξε τοῖς Λακεδαιμονίοις τὰς ἀσπίδας πρὸ τῶν ποδῶν θεμένους ἀτρέμα καθέζεσθαι καὶ προσέχειν αὐτῷ, μηδένα τῶν πολεμίων ἀμυνομένους, αὐτὸς δὲ πάλιν ἐσφαγιάζετο. καὶ προσέπιπτον οἱ ἱππεῖς: ἤδη δὲ καὶ βέλος ἐξικνεῖτο καί τις ἐπέπληκτο [17.7] τῶν Σπαρτιατῶν. ἐν τούτῳ δὲ καὶ Καλλικράτης, ὃν ἰδέᾳ τε κάλλιστον Ἑλλήνων καὶ σώματι μέγιστον ἐν ἐκείνῳ τῷ στρατῷ γενέσθαι λέγουσι, τοξευθεὶς καὶ θνήσκων οὐκ ἔφη τὸν θάνατον ὀδύρεσθαι, καὶ γὰρ ἐλθεῖν οἴκοθεν ὑπὲρ τῆς Ἑλλάδος ἀποθανούμενος, ἀλλ' ὅτι θνήσκει τῇ χειρὶ μὴ χρησάμενος. ἦν οὖν τὸ μὲν πάθος δεινόν, ἡ δ' ἐγκράτεια θαυμαστὴ τῶν ἀνδρῶν. οὐ γὰρ ἠμύνοντο τοὺς πολεμίους ἐπιβαίνοντας, ἀλλὰ τὸν παρὰ τοῦ θεοῦ καὶ τοῦ στρατηγοῦ καιρὸν ἀναμένοντες ἠνείχοντο βαλλόμενοι καὶ πίπτοντες ἐν ταῖς τάξεσιν.
 [17.8] ἔνιοι δέ φασι τῷ Παυσανίᾳ μικρὸν ἔξω τῆς παρατάξεως θύοντι καὶ κατευχομένῳ τῶν Λυδῶν τινας ἄφνω προσπεσόντας ἁρπάζειν καὶ διαῤῥίπτειν τὰ περὶ τὴν θυσίαν, τὸν δὲ Παυσανίαν καὶ τοὺς περὶ αὐτὸν οὐκ ἔχοντας ὅπλα ῥάβδοις καὶ μάστιξι παίειν: διὸ καὶ νῦν ἐκείνης τῆς ἐπιδρομῆς μιμήματα τὰς περὶ τὸν βωμὸν ἐν Σπάρτῃ πληγὰς τῶν ἐφήβων καὶ τὴν μετὰ ταῦτα τῶν Λυδῶν πομπὴν συντελεῖσθαι.
 [18]
[18.1]δυσφορῶν οὖν ὁ Παυσανίας τοῖς παροῦσιν, ἄλλα τοῦ μάντεως ἐπ' ἄλλοις ἱερεῖα καταβάλλοντος, τρέπεται πρὸς τὸ Ἡραῖον τῇ ὄψει δεδακρυμένος, καὶ τὰς χεῖρας ἀνασχὼν εὔξατο Κιθαιρωνίᾳ Ἥρᾳ καὶ θεοῖς ἄλλοις, οἳ Πλαταιί̈δα γῆν ἔχουσιν, εἰ μὴ πέπρωται τοῖς Ἕλλησι νικᾶν, ἀλλὰ δράσαντάς γέ τι παθεῖν καὶ δείξαντας ἔργῳ τοῖς πολεμίοις, ὡς ἐπ' ἄνδρας ἀγαθοὺς καὶ μάχεσθαι μεμαθηκότας ἐστράτευσαν. [18.2] ταῦτα τοῦ Παυσανίου θεοκλυτοῦντος ἅμα ταῖς εὐχαῖς ἐφάνη τὰ ἱερὰ καὶ νίκην ὁ μάντις ἔφραζε. καὶ δοθέντος εἰς ἅπαντας τοῦ παραγγέλματος καθίστασθαι πρὸς τοὺς πολεμίους, ἥ τε φάλαγξ ὄψιν ἔσχεν αἰφνιδίως ἑνὸς ζῴου θυμοειδοῦς πρὸς ἀλκὴν τρεπομένου καὶ φρίξαντος, τοῖς τε βαρβάροις τότε παρέστη λογισμός, ὡς πρὸς ἄνδρας ὁ ἀγὼν ἔσοιτο μαχουμένους ἄχρι θανάτου. [18.3] διὸ καὶ προθέμενοι πολλὰ τῶν γέῤῥων ἐτόξευον εἰς τοὺς Λακεδαιμονίους. οἱ δὲ τηροῦντες ἅμα τὸν συνασπισμὸν ἐπέβαινον, καὶ προσπεσόντες ἐξεώθουν τὰ γέῤῥα, καὶ τοῖς δόρασι τύπτοντες πρόσωπα καὶ στέρνα τῶν Περσῶν πολλοὺς κατέβαλλον, οὐκ ἀπράκτως οὐδὲ ἀθύμως πίπτοντας. καὶ γὰρ ἀντιλαμβανόμενοι τῶν δοράτων ταῖς χερσὶ γυμναῖς συνέθραυον τὰ πλεῖστα, καὶ πρὸς τὰς ξιφουλκίας ἐχώρουν οὐκ ἀργῶς, ἀλλὰ ταῖς τε κοπίσι καὶ τοῖς ἀκινάκαις χρώμενοι καὶ τὰς ἀσπίδας παρασπῶντες καὶ συμπλεκόμενοι χρόνον πολὺν ἀντεῖχον.
 [18.4] οἱ δ' Ἀθηναῖοι τέως μὲν ἠτρέμουν ἀναμένοντες τοὺς Λακεδαιμονίους, ἐπεὶ δὲ κραυγή τε προσέπιπτε πολλὴ μαχομένων καὶ παρῆν, ὥς φασιν, ἄγγελος παρὰ Παυσανίου τὰ γινόμενα φράζων, ὥρμησαν κατὰ τάχος βοηθεῖν. καὶ προχωροῦσιν αὐτοῖς διὰ τοῦ πεδίου πρὸς τὴν βοὴν ἐπεφέροντο τῶν Ἑλλήνων οἱ μηδίζοντες, [18.5] Ἀριστείδης δὲ πρῶτον μέν, ὡς εἶδε, πολὺ προελθὼν ἐβόα, μαρτυρόμενος Ἑλληνίους θεούς, ἀπέχεσθαι μάχης καὶ μὴ σφίσιν ἐμποδὼν εἶναι μηδὲ κωλύειν ἐπαμύνοντας τοῖς προκινδυνεύουσιν ὑπὲρ τῆς Ἑλλάδος, ἐπεὶ δ' ἑώρα μὴ προσέχοντας αὐτῷ καὶ συντεταγμένους ἐπὶ τὴν μάχην, οὕτω τῆς ἐκεῖ βοηθείας ἀποτραπόμενος συνέβαλε τούτοις περὶ πεντακισμυρίους οὖσιν. [18.6] ἀλλὰ τὸ μὲν πλεῖστον εὐθὺς ἐνέδωκε καὶ ἀπεχώρησεν, ἅτε δὴ καὶ τῶν βαρβάρων ἀπηλλαγμένων, ἡ δὲ μάχη λέγεται μάλιστα κατὰ Θηβαίους γενέσθαι, προθυμότατα τῶν πρώτων καὶ δυνατωτάτων τότε παρ' αὐτοῖς μηδιζόντων καὶ τὸ πλῆθος οὐ κατὰ γνώμην, ἀλλ' ὀλιγαρχούμενον ἀγόντων.
 [19]
[19.1]οὕτω δὲ τοῦ ἀγῶνος δίχα συνεστῶτος πρῶτοι μὲν ἐώσαντο τοὺς Πέρσας οἱ Λακεδαιμόνιοι: καὶ τὸν Μαρδόνιον ἀνὴρ Σπαρτιάτης ὄνομα Ἀρίμνηστος ἀποκτίννυσι, λίθῳ τὴν κεφαλὴν πατάξας, ὥσπερ αὐτῷ προεσήμανε τὸ ἐν Ἀμφιάρεω μαντεῖον. ἔπεμψε γὰρ ἄνδρα Λυδὸν ἐνταῦθα, Κᾶρα δὲ ἕτερον εἰς Τροφωνίου ὁ Μαρδόνιος: καὶ τοῦτον μὲν ὁ προφήτης Καρικῇ γλώσσῃ προσεῖπεν, [19.2] ὁ δὲ Λυδὸς ἐν τῷ σηκῷ τοῦ Ἀμφιάρεω κατευνασθεὶς ἔδοξεν ὑπηρέτην τινὰ τοῦ θεοῦ παραστῆναι καὶ κελεύειν αὐτὸν ἀπιέναι, μὴ βουλομένου δὲ λίθον εἰς τὴν κεφαλὴν ἐμβαλεῖν μέγαν, ὥστε δόξαι πληγέντα τεθνάναι τὸν ἄνθρωπον: καὶ ταῦτα μὲν οὕτω γενέσθαι λέγεται. τοὺς δὲ φεύγοντας εἰς τὰ ξύλινα τείχη καθεῖρξαν.
ὀλίγῳ δ' ὕστερον Ἀθηναῖοι τοὺς Θηβαίους τρέπονται, τριακοσίους τοὺς ἐπιφανεστάτους καὶ πρώτους διαφθείραντες ἐν αὐτῇ τῇ μάχη. [19.3] γεγενημένης δὲ τῆς τροπῆς ἧκεν αὐτοῖς ἄγγελος πολιορκεῖσθαι τὸ βαρβαρικὸν εἰς τὰ τείχη κατακεκλεισμένον. οὕτω δὴ σώζεσθαι τοὺς Ἕλληνας ἐάσαντες ἐβοήθουν πρὸς τὰ τείχη: καὶ τοῖς Λακεδαιμονίοις παντάπασιν ἀργῶς πρὸς τειχομαχίαν καὶ ἀπείρως ἔχουσιν ἐπιφανέντες αἱροῦσι τὸ στρατόπεδον φόνῳ πολλῷ τῶν πολεμίων. [19.4] λέγονται γὰρ ἀπὸ τῶν τριάκοντα μυριάδων τετρακισμύριοι φυγεῖν σὺν Ἀρταβάζῳ, τῶν δ' ὑπὲρ τῆς Ἑλλάδος ἀγωνισαμένων ἔπεσον οἱ πάντες ἐπὶ χιλίοις ἑξήκοντα καὶ τριακόσιοι. τούτων Ἀθηναῖοι μὲν ἦσαν δύο καὶ πεντήκοντα, πάντες ἐκ τῆς Αἰαντίδος φυλῆς, ὥς φησι Κλείδημος, [19.5] ἀγωνισαμένης ἄριστα: διὸ καὶ ταῖς Σφραγίτισι νύμφαις ἔθυον Αἰαντίδαι τὴν πυθόχρηστον θυσίαν ὑπὲρ τῆς νίκης, ἐκ δημοσίου τὸ ἀνάλωμα λαμβάνοντες: Λακεδαιμόνιοι δ' ἑνὶ πλείους τῶν ἐνενήκοντα, Τεγεᾶται δ' ἑκκαίδεκα. θαυμαστὸν οὖν τὸ Ἡροδότου, πῶς μόνους τούτους φησὶν εἰς χεῖρας ἐλθεῖν τοῖς πολεμίοις, τῶν δ' ἄλλων Ἑλλήνων μηδένα. καὶ γὰρ τὸ πλῆθος τῶν πεσόντων μαρτυρεῖ καὶ τὰ μνήματα [19.6] κοινὸν γενέσθαι τὸ κατόρθωμα: καὶ τὸν βωμὸν οὐκ ἂν ἐπέγραψαν οὕτως, εἰ μόναι τρεῖς πόλεις ἠγωνίσαντο, τῶν ἄλλων ἀτρέμα καθεζομένων:
τόνδε ποθ' Ἕλληνες νίκας κράτει, ἔργῳ Ἄρηος, Πέρσας ἐξελάσαντες ἐλευθέρᾳ Ἑλλάδι κοινὸν ἱδρύσαντο Διὸς βωμὸν ἐλευθερίου.
 [19.7] ταύτην τὴν μάχην ἐμαχέσαντο τῇ τετράδι τοῦ Βοηδρομιῶνος ἱσταμένου κατ' Ἀθηναίους, κατὰ δὲ Βοιωτοὺς τετράδι τοῦ Πανέμου φθίνοντος, ᾗ καὶ νῦν ἔτι τὸ Ἑλληνικὸν ἐν Πλαταιαῖς ἀθροίζεται συνέδριον καὶ θύουσι τῷ ἐλευθερίῳ Διὶ̈ Πλαταιεῖς ὑπὲρ τῆς νίκης. τὴν δὲ τῶν ἡμερῶν ἀνωμαλίαν οὐ θαυμαστέον, ὅπου καὶ νῦν διηκριβωμένων τῶν ἐν ἀστρολογίᾳ μᾶλλον ἄλλην ἄλλοι μηνὸς ἀρχὴν καὶ τελευτὴν ἄγουσιν.   
 [20]
[20.1]ἐκ τούτου τῶν Ἀθηναίων τὸ ἀριστεῖον οὐ παραδιδόντων τοῖς Σπαρτιάταις οὐδὲ τρόπαιον ἱστάναι συγχωρούντων ἐκείνοις, παρ' οὐδὲν ἂν ἦλθεν εὐθὺς ἀπολέσθαι τὰ πράγματα τῶν Ἑλλήνων ἐν τοῖς ὅπλοις διαστάντων, εἰ μὴ πολλὰ παρηγορῶν καὶ διδάσκων τοὺς συστρατήγους ὁ Ἀριστείδης, μάλιστα δὲ Λεωκράτη καὶ Μυρωνίδην, ἔσχε καὶ συνέπεισε τὴν κρίσιν ἐφεῖναι τοῖς Ἕλλησιν. [20.2] ἐνταῦθα βουλευομένων τῶν Ἑλλήνων Θεογείτων μὲν ὁ Μεγαρεὺς εἶπεν, ὡς ἑτέρᾳ πόλει δοτέον εἴη τὸ ἀριστεῖον, εἰ μὴ βούλονται συνταράξαι πόλεμον ἐμφύλιον: ἐπὶ τούτῳ δ' ἀναστὰς Κλεόκριτος ὁ Κορίνθιος δόξαν μὲν παρέσχεν ὡς Κορινθίοις αἰτήσων τὸ ἀριστεῖον: ἦν γὰρ ἐν ἀξιώματι μεγίστῳ μετὰ τὴν Σπάρτην καὶ τὰς Ἀθήνας ἡ Κόρινθος: εἶπε δὲ πᾶσιν ἀρέσαντα καὶ θαυμαστὸν λόγον ὑπὲρ Πλαταιέων, καὶ συνεβούλευσε τὴν φιλονεικίαν ἀνελεῖν ἐκείνοις τὸ ἀριστεῖον ἀποδόντας, οἷς οὐδετέρους τιμωμένοις ἄχθεσθαι. [20.3] ῥηθέντων δὲ τούτων πρῶτος μὲν Ἀριστείδης συνεχώρησεν ὑπὲρ τῶν Ἀθηναίων, ἔπειτα Παυσανίας ὑπὲρ τῶν Λακεδαιμονίων. οὕτω δὲ διαλλαγέντες ἐξεῖλον ὀγδοήκοντα τάλαντα τοῖς Πλαταιεῦσιν, ἀφ' ὧν τὸ τῆς Ἀθηνᾶς ἀνῳκοδόμησαν ἱερὸν καὶ τὸ ἕδος ἔστησαν καὶ γραφαῖς τὸν νεὼν διεκόσμησαν, αἳ μέχρι νῦν ἀκμάζουσαι διαμένουσιν, ἔστησαν δὲ τρόπαιον ἰδίᾳ μὲν Λακεδαιμόνιοι, χωρὶς δ' Ἀθηναῖοι.» Πλουτάρχου, Βίοι Παράλληλοι - Ἀριστείδης, [11-20].

  Ἀθηναῖος ἀξιωματικὸς τοῦ 5ου αἰῶνα π.Χ. μὲ τὸ ὀκτάκτινο ἀστέρι στὴν ἀσπίδα του, 
σύμβολο τῆς θεᾶς Ἀθηνᾶς. 



Τύπος Ἀθηναίου ἀξιωματικοῦ ἀπὸ μεταλλικὴ μινιατούρα 

Τὸ τρόπαιο στὶς Πλαταιὲς ἦταν ἕνας τρικάρηνος ὄφις ποὺ τοποθετήθηκε ἔξω ἀπὸ τὸν ναὸ τοῦ Ἀπόλλωνα . Χαλκογραφία τοῦ 1682. 






Ἡ μάχη τοῦ Μαραθῶνος 

Βιβλιογραφία:
Πλάτων, Τίμαιος, (24d–26c) 
Πλουτάρχου, Βίοι Παράλληλοι / Θησεύς 
Πλουτάρχου, Βίοι Παράλληλοι/Αριστείδης 
Ἡροδότου ἱστορία 
Διόδωρος Σικελιώτης, Ἱστορικὴ Βιβλιοθήκη 

2 σχόλια:

Ανώνυμος είπε...

ΑΧΑΧΑΧΑΑΑ 🤣🤪

ΌΧΙ ΡΕΣΥ
ΔΕΝ ΣΕ ΔΟΥΛΕΥΟΥΝ...

Η NASA ΔΊΝΕΙ 152.000$
ΝΤΑΛΑΡΣ
ΓΙΑ ΑΣΤΡΟΝΑΎΤΗ
ΘΈΣΗ ΕΡΓΑΣΊΑΣ
ΑΧΑΧΑΧΑΑΑ
ΑΜΑ ΨΆΧΝΕΤΕ
ΝΑ!Η ΕΥΚΑΙΡΊΑ
ΑΧΑΧΑΧΑΑΑ
ΣΤΟ ΧΙΟΝΟΔΡΟΜΙΚΌ
ΧΩΡΙΌ ΑΣ ΤΟ
ΠΟΎΜΕ ΠΌΛΗ?
Steamboat springs
ΓΙΑ ΝΑ ΤΣΕΚΑΡΕΤ ΑΣΦΑΛΉ ΚΛΠ ΚΌΛΠΑ
ΣΤΑ ΠΈΡΙΞ...
ΔΊΝΟΥΝ 162.000$
ΝΤΑΛΑΡΣ.
ΑΧΑΧΑΧΑΑΑ

Η ΝΑΣΑ ΜΑΣΑ
ΞΈΜΕΙΝΕ ΑΠΌ
ΗΘΟΠΟΙΟΎΣ
ΌΠΩΣ ΤΟΥ
ΚΟΥΡ@ΔΟΙΟΥ ΟΙ ΗΘΟΠΟΙΟΊ...
ΑΧΑΧΑΧΑΑΑ 🤣🤪

ΤΡΕΛΈΣ ΕΥΚΑΙΡΊΕΣ
ΕΡΓΑΣΊΑ ΚΑΙ ΧΑΡΆ.

Ανώνυμος είπε...

ΌΣΟ ΑΦΟΡΆ ΤΗΝ ΙΣΤΟΡΊΑ
ΤΑ ΓΕΓΟΝΌΤΑ
ΕΙΛΙΚΡΙΝΆ
ΝΑ ΕΊΣΑΣΤΕ
ΔΎΣΠΙΣΤΟΙ...
ΝΑ ΑΜΦΙΣΒΗΤΗΘΕΊ
ΝΑ ΨΆΧΝΕΙ ΤΟ ΜΥΑΛΌ...
ΚΑΝΕΊΣ
ΚΑΜΊΑ ΕΞΟΥΣΊΑ
ΔΕΝ ΘΈΛΕΙ
ΝΑ ΞΈΡΟΥΝ ΟΙ
ΛΑΟΊ ΤΙ!
ΚΑΙ!ΠΩΣ?

ΤΏΡΑ! ΞΈΡΕΤΕ...!?
ΤΙ ΓΊΝΕΤΑΙ ΕΙΣ ΤΗΝ
ΠΑΤΡΊΣ!?
ΌΧΙ!