Παρασκευή 16 Φεβρουαρίου 2024

ΑΚΟΥΣΑΤΕ ΑΡΧΟΝΤΕΣ ΣΟΔΟΜΩΝ!!!!





Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος ἐλάλησεν. Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τήν φάτνην τοῦ κυρίου αὐτοῦ. Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός μου οὐ συνῆκεν. Οὐαί, ἔθνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι! ἐγκατελίπατε τὸν Κύριον, καὶ παρωργίσατε τὸν Ἅγιον τοῦ Ἰσραήλ. τί ἔτι πληγεῖτε, προστιθέντες ἀνομίαν, πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην, ἀπὸ ποδῶν ἕως κεφαλῆς, οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρίᾳ, οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα, οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι, τὴν χώραν ὑμῶν, ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν, καὶ ἠρήμωται, κατεστραμμένη ύπό λαών αλλοτρίων.
Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων, προσέχετε νόμον Θεοῦ, λαὸς Γομόρρας. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος, πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν, καὶ αἷμα ταύρων, καὶ τράγων οὐ βούλομαι, ουδ' ἂν ἔρχησθε ὀφθῆναί μοι· τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν, πατεῖν τὴν αὐλήν μου, οὐ προσθήσεσθε, ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον, θυμίαμα, βδέλυγμά μοι ἐστί. Τὰς νουμηνίας ὑμῶν, καὶ τὰ σάββατα, καὶ ἡμέραν μεγάλην, οὐκ ἀνέχομαι, νηστείαν καὶ ἀργίαν, καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου, ἐγεννήθητέ μοι εἰς πλησμονήν, οὐκέτι ἀνοίσω τὰς ἁμαρτίας ὑμῶν.
Ὅταν ἐκτείνητε τὰς χεῖρας ὑμῶν πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν, καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν, αἵματος πλήρεις.
***
Η Ελλάδα ,λέει, " η πρώτη ορθόδοξη χώρα που αναγνώρισε...". Ποια ορθόδοξη χώρα; Η Ελλάδα είναι ο Ισραήλ της ερήμου που είχε τον Νόμο και τους προφητες και γέννησε τον Μεσσια για να Τον σταυρωσει και να Τον αρνηθεί. Αυτή είναι η Ελλαδα. Την ευλόγησε πρωτοκυρίαρχη ο Θεός να δώσει την γλώσσα του Ευαγγελίου και την πατερική Θεολογία στα έθνη και αυτή Τον αρνήθηκε! Τετοια ορθόδοξη χώρα είναι η Ελλάδα . Προτιμησε τις τροφές της Αιγυπτου, την άνεση και την φιλία των αλλοφύλων από το μάννα, την αγιασμένη Παράδοση της και την φιλία του Χριστού.
Δεν νικήσατε κανεναν, κύριοι! Στρωμένο χαλί βρήκατε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου